Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 30
Not analysed yet
30. Ἀπὸ δὲ Θοαρίου ποταμοῦ εἰς Οἴνιον ποταμὸν, ἐν ᾧ καὶ ἔφορμός ἐστι ναυσὶ, στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Οἰνίου ποταμοῦ εἰς Φυγαμοῦντα ποταμὸν στάδια μ΄, μίλια ε΄, ∠΄Ϛ΄. Ἀπὸ δὲ Φυγαμοῦντος ποταμοῦ εἰς Ἀμηλητὸν τόπον στάδια κ΄, μίλια β΄ ∠΄Ϛ΄. Ἀπὸ δὲ Ἀμηλητοῦ τόπου εἰς Φαδισάνην ἤτοι Φάδισσαν στάδια ρλ΄, μίλια ιζ΄, ∠΄Ϛ΄. ἐνταῦθα λιμήν, καὶ πόλις πλησίον, Πολεμώνιον λέγω. Ἀπὸ δὲ Φαδισάνης εἰς Πολεμώνιον πόλιν στάδια ν΄, μίλια Ϛ΄.