Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 32
Not analysed yet
32. Ἀπὸ δὲ τοῦ Πολεμωνίου εἰς ἀκρωτήριον Ἰασόνιον καλούμενον στάδια ρλ΄, μίλια ιζ΄, ∠΄Ϛ΄. Ἀπὸ δὲ Ἰασονίου εἰς Κιλίκων νῆσον στάδια ιε΄, μίλια β΄. Ἀπὸ δὲ Κιλίκων νήσου ἐπὶ τὸν Γένητον ποταμὸν στάδια νε΄, μίλια ζ΄, ∠΄Ϛ΄. Ἀπὸ δὶ τοῦ Γενήτου ποταμοῦ εἰς Βοῶνα, ἀκρωτήριον καὶ χωρίον, στάδια κʼ, μίλια β΄, ∠΄Ϛ΄. Ἐνταῦθα λιμὴν πάντων ἀνέμων, καὶ ὅρμος ναυσίν. Ἀπὸ δὲ Βοῦνος εἰς Κοτύωρον στάδια ϟ΄, μίλια ιβ΄. Ταύτης τῆς Κοτυώρου ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσε, καὶ λέγει Σινωπέων ἄποικον εἶναι νῦν δὲ κώμη ἐστὶ, καὶ οὐδὲ αὐτὴ μεγάλη.