Ancient Greek
4 to 5
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 4-5
Not analysed yet
4. Ἀπὸ δὲ Ἀρττάνου ποταμοῦ εἰς Ψιλλίδα ποταμὸν καὶ χωρίον στάδια ρν΄, μίλια κ΄· καὶ πλοῖα μικρὰ ὁρμίζοιτο ἂν πρὸς τῆ πέτρα τῇ ἀνεχούσῃ οὐ πόρρω τοῦ ποταμοῦ τῶν ἐκβολῶν. 5. Ἀπὸ δὲ τοῦ Ψιλλίδος ποταμοῦ εἰς Κάλπην λιμένα καὶ ποταμὸν στάδια σι΄, s μίλια κη΄· τοῦτο τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν. Ὁ δὲ Κάλπης λιμήν ὁποῖόν τι χωρίον ἐστὶ, καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὅδατος, καὶ ὅτι ὗλαι πρὸς τῆ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται.