Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 43
Not analysed yet
43. Ὁ Τάναῖς ποταμὸς λέγεται ὁρίζειν ἀπὸ τῆς Ἀσίας τὴν Εὐρώπην· καὶ ὁρμᾶται μέν ἀπὸ λίμνης εθρο υέειαm. τῆς Μαιώτιδος, ἐσβάλλει δὲ εἰς θάλασσαν τὴν τοῦ Εὐξείνου Πόντου· καίτοι Αἰσχύλος ἐν Προμηθεῖ Λυομένῳ τὸν Φᾶσιν ὅρον τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. έαοα. Λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνεσ πρὸς τὸν Προμηθέα ὅτι· Ἡκομεν τοὺς σοὺς ἀθλους τούςδε, Προμηθεῦ, δεσμοῦ τε πάθος τόδʼ ἐποψόμενοι. ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον Πῇ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἦδ᾿ Ἀσίας τέρμονα Φᾶσιν . . . Τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται σταδίων ἀμφὶ τοὺς θ, μιλίων ασ΄.