Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 45
Not analysed yet
45. Τὸν δὲ Τάναῖν ποταμὸν, ὅς· ἐστι τῆς Ἀσίας ὅρος, τέμνων τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται, δισχίλια στάδια ἐπέχοντες, γινόμενα μίλια σν. εἶτα μετὰ τοὺς Σαρμάτας Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος εἴρηκεν ὡς δὲ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος· τούτοις δὲ ἐπιμεμίχθαι τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν, ἐλθούσας ποτὲ ἀπὸ τῆς περὶ τὸν Θερμώδοντα γενομένης μάχης ἐφ᾿ οἶς ἐπεκλήθησαν οἱ Σαυρομάται Γυναικοκρατούμενοι.