Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 47
Not analysed yet
47. Εἶτα ἔστι Ἑρμώνασσα Φαναγόρειὰ τε, ἣν Τηίους λέγουσιν οἰκίσαι ποτέ· καὶ Σινδικὸς λιμὴν, ἔχων οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. Ταύτας περιέχει τὰς πόλεις διακειμένας ἡ νῆσος κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου, χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμοῖς ἀδιάβατος, τενάγεσί τε τοῖς ἐν τῷ πέραν, ἃ δὲ τῆ θαλάσσῃ τῆ τε λίμνῃ γίνεται. Τὸ δὲ στόμα ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μέν βαρβάρων κεκλημένη, κτίσις δὲ τυράννων οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπός τε ἀποικισθεῖσα διὰ Μιλησίων. Καὶ ταῦτα μέν ἐν τῷ τῆς Ἀσίας μέρει.