Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 66
Not analysed yet
66. Ταύτην τὴν νῆσον λέγεται Θέτις ἀνεῖναι τῷ παιδὶ, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. Καὶ ναός ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον τῆς πάλαι ἐργασίας. Ἡ δὲ νῆσος ἀνθρώπων μέν ἐρήμη ἐστίν· νέμεται δὲ αἰξὶν οὐ πολλαῖς, καὶ ταύτας μὲν ἀνατιθέναι λέγονται τῶ Ἀχιλλεῖ ὅσοι ἀεὶ προσίσχουσι. Καὶ γὰρ καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ ναῷ, φιάλαι, δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων. Ταῦτα ξύμπαντα χαριστήρια τῷ Ἀχιλλεῖ ἀνάκειται, καὶ ἐπιγράμματα, τὰ μὲν ῥωμαῖκῶς, τὰ δὲ ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως.