Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 88
Not analysed yet
88. Ἀπὸ δὲ Θυνιάδος εἰς Σαλμυδησσὸν στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄. Τούτου τοῦ χωρίου μνήμην ποιεῖται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἐλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσε· καὶ περὶ τῆς λιμενότητος τοῦ χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες, οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσι διαμάχονται.