Ancient Greek
Βιθυνίας τῆς πρὸς τῷ Πόντῳ περίπλους.
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus ponti Euxini 92
Not analysed yet
92. Ἀπὸ δὲ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως Ἀμισοῦ στάδιοι δχξ΄, μίλια χκα΄, γ΄. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως ποταμοῦ στάδιοι γωβ΄, μίλια φζ΄. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἤτοι Ἀχιλλείου κώμης στάδιοι δκε΄ μίλια φλϚ΄, ∠΄,Ϛ΄. Ὡς γίνεσθαι ἀπὸ τοῦ ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στομίου τῆς Μαιώτιδος στάδιοι „α βυπζ΄, μίλια αχξε΄. Ὁμοῦ γίνονται ὁ πᾶς περίπλους τοῦ Εὐξείνου Πόντου, τῶν τε δεξιῶν τῶν παρὰ τὴν Ἀσίαν μερῶν τοῦ Πόντου, καὶ ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν τοῦ Πόντου ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδιοι βγ φπζ΄, μίλια γρμε΄. Ἔστι δὲ καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στάδιοι θ΄, μίλια ασ΄.