Ancient Greek
Paragraph 28
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 28
Not analysed yet
28. Εἰσάγεται δὲ εἰς αὐτὴν ἀπʼ Αἰγύπτου μὲν ὁμοίως πυρὸς ὀλίγος καὶ οἶνος ὥσπερ καὶ εἰς Μούζα, καὶ ἱματισμὸς Ἀραβικὸς, ὁμοίως καὶ κοινὸς καὶ ἀπλοῦς καὶ ὁ νόθος περισσότερος, καὶ χαλκὸς καὶ κασσίτερος καὶ κοράλλιον καὶ στύραξ καὶ τὰ λοιπὰ ὅσα εἰς Μούζα· τὰ πλείονα δὲ ἀργυρώματα τετορευμένα καὶ χρήματα τῷ βασιλεῖ, καὶ ἵπποι δὲ καὶ ἀνδριάντες καὶ ἱματισμὸς διάφορος ἀπλοῦς. Ἐξάγεται δὲ ἐξ αὐτῆς ἐντόπια μὲν φορτία, λίβανος καὶ ἀλόη, τὰ δὲ λοιπὰ κατὰ μετοχὴν τῶν ἄλλων ἐμπορίων. Πλεῖται δὲ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν ὃν καὶ εἰς Μούζα, πρωῖμώτερον δέ.