Ancient Greek
Paragraph 43
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 43
Not analysed yet
43. Ὁ δὲ κόλπος αὐτὸς ὁ κατὰ Βαρύγαζα στενὸς ὢν τοῖς ἐκ πελάγους ἐρχομένοις ἐστὶ δυσεπίβολος· ἢ γὰρ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ εὐώνυμα παραπίπτουσιν, ᾗ γε ἐπιβολὴ κρείσσων ἐστὶ τῆς ἑτέρας. Ἀλλʼ ἐκ μὲν τῶν δεξιῶν κατʼ αὐτὸ τὸ στόμα τοῦ κόλπου παράκειται ταινία τραχεῖα καὶ διάσπιλος, Ἡρώνη λεγομένη, κατὰ Καμμωνὶ κώμην· ἐκ δὲ τῶν εὐωνύμων ἀπέναντι ταύτης τὸ πρὸ Ἀστακάπρων ἀκρωτήριον, ἡ Παπικὴ λεγομένη, δύσορμος οὖσα διά τε τὸν ῥοῦν τὸν περὶ αὐτὴν καὶ διὰ τὸ ἀποκόπτειν τὰς ἀγκύρας τραχὺν ὄντα καὶ πετρώδη τὸν βυθόν. Κἂν κατʼ αὐτὸν δέ τις ἐπιβάλῃ τὸν κόλπον, αὐτὸ τὸ στόμα τοῦ κατὰ Βαρύγαζα ποταμοῦ δυσεύρετόν ἐστι διὰ τὸ τὴν χώραν ταπεινήν εἶναι καὶ μηδὲν ἐγγύτερον ἐνεχύρως θεωρεῖσθαι· κἂν εὑρεθῇ, δυσείσβολός ἐστι διὰ τὰ περὶ αὐτὸν τενάγη τοῦ ποταμοῦ.