Ancient Greek
Paragraph 7
Pseudo-Arrianus, Anonymi (Arriani, ut fertur) periplus maris Erythraei 7
Not analysed yet
7. Ἤδη δὲ ἐπ᾿ ἀνατολὴν ὁ Ἀραβικὸς κόλπος διατείνει καὶ κατὰ τὸν Aὐαλίτην μάλιστα στενοῦται. Μετὰ δὲ σταδίους ὡςεὶ τετρακιςχιλίους, κατὰ τὴν αὐτήν ἤπειρον εἰς ἀνατολὴν πλεόντων, ἔστιν ἄλλα ἐμπόρια Βαρβαρικὰ, τὰ πέραν λεγόμενα, κείμενα μὲν κατὰ τὸ ἑξῆς ἀγκυροβολίοις δὲ καὶ σάλοις ἔχοντα τοὺς ὅρμους κατὰ καιροὸς ἐπιτηδείους. Πρῶτος μὲν ὁ λεγόμενος Aὐαλίτης, καθʼ ὃν καὶ στενώτατός ἐστιν ἀπὸ τῆς Ἀραβικῆς εἰς τὸ πέραν διάπλους. Κατὰ τοῦτον τὸν τόπον μικρὸν ἐμπόριόν ἐστιν ὁ Aὐαλίτης, σχεδίαις καὶ σκάφαις εἰς τὸ αὐτὸ προςερχομένων. Προχωρεῖ δὲ εἰς αὐτήν ὑαλὴ λιθία σύμμικτος καὶ χυλὸς Διοςπολιτικῆς ὄμφακος καὶ ἱμάτια βαρβαρικὰ σύμμικτα γεγναμμέ καὶ σῖτος καὶ οἶνος καὶ κασσίτερος ὀλίγος. Φέρεται δʼ ἐξ αὐτῆς, ποτὲ καὶ τῶν βαρβάρων ἐπὶ σχεδίαις διαφερόντων εἰς τὴν ἀντικρὺς Ὄκηλιν καὶ Μούζα, ἀρώματα καὶ ἐλέφας ὀλίγος καὶ χελώνη καὶ σμύρνα ἐλαχίστη, διαφέρουσα δὲ τῆς ἄλλης. Ἀτακτότεροι δὲ κατοικοῦντες τὸν τόπον βάρβαροι.