Ancient Greek
Page 136
Pseudo-Codinus Hist., De officiis (+ officia palatii Constantinopoleos) (e codd Vat. gr. 162 % 975) 136
Not analysed yet
Ταρχανειώτην τιμήσας πρωτοβεστιάριον· ὃν καὶ ὑπερέχοντα πάντων, τοῦ τε μεγάλου δομεστίκου καὶ τοῦ πανυπερσεβάστου, ἐποίησε δηλαδὴ μετὰ τὸν καίσαρα. Ὑπεβίβασε δὲ πάλιν τοῦτο ὁ βασιλεὺς Ἀνδρόνικος τῶν Παλαιολόγων ὁ δεύτερος ὅτε τὸν Καντακουζηνὸν Ἰωάννην, ὡς ἀνωτέρω προλέλεκται, ἐτίμησε μέγαν δομέστικον· ἀνεβίβασε γὰρ αὐτὸν τοῦ τε πάππου καὶ βασιλέως ἀνεψιῶν, ἑαυτοῦ δὲ θείων, τῶν ἑτέρων τε πάντων, καὶ αὐτοῦ δὴ τοῦ πανυπερσεβάστου καὶ τοῦ πρωτοβεστιαρίου. B9 Ἐντεῦθεν οὖν ἡ τῶν ὀφφικίων τάξις ἐπεκράτησεν οὕτως, τὸ τὸν μέγαν δηλαδὴ δομέστικον μετὰ τὸν καίσαρα εἶναι ἀρχήν, εἶτα τὸν πανυπερσέβαστον, καὶ καθεξῆς τοὺς λοιπούς.