Ancient Greek
226
Pseudo-Codinus Hist., Patria Constantinopoleos 226
Unproofread scanNot analysed yet
τῆ πόλει προσγραφῆναι. Οἱ μὲν οὖν διαφόροις ἐχρήσαντο λόγοις· ἡμεῖς δὲ πιθανὴν τὴν ἱστορίαν τοῖς θέλουσι παραδώσομεν, ἐκ τῆς Ἰνάχου θυγατρὸς Ἰοῦς τὴν ἀρχὴν ποιούμενοι. Ἰνάχου γὰρ τοῦ Ἀργείων βασιλέως γέγονε θυγάτηρ Ἰώ. Ταύτης δὲ τὴν παρθενίαν ἐφύλαττεν Ἄργος, ὃν πολυόμματον λέγουσιν. Ἐπεὶ δὲ Ζεὺς ἐρασθεὶς τῆς κόρης πείθει τὸν Ἑρμῆν δολοφονῆσαι τὸν Ἄργον, λυθείσης αὐτῇ τῆς παρθενίας ὑπὸ Διὸς εἰς βοῦν μετετράπετο. Ἥρα δὲ χολωθεῖσα τῷ γενομένῳ οἶστρον ἐπιπέμπει τῇ δαμάλει, καὶ διὰ πάσης ἐλαύνει τῆς ξηρᾶς τε καὶ ὑγρᾶς. Ἐπεὶ δὲ πρὸς τὴν Θρακῶν ἀφίκετο χώραν, ὄνομα μὲν τῷ τόπῳ κατέλιπε Βόσπορον, αὐτὴ δὲ πρὸς τὸ Καλούμενον κέρας ἐπανελθοῦσα, καθ´ ὃ Κύδαρός τε καὶ Βορβύζης συμμίγνυνται, τοῖς ἐνοικοῦσι προθεσπίζουσα τὰ ἐσόμενα, τὴν λεγομένην Κερόεσσαν ἀπεκύησεν, ἐξ ἦς καὶ Κέρας ὁ τόπος ὡνόμασται. Ἄλλοι δὲ μάλιστα τῇ θέσει τοῦ χωρίου τὸ ὄνομα προστιθέασιν· οἱ δὲ τῇ τῶν καρπῶν εὐφορίᾳ τὸ τῆς Ἀμαλθείας αἰγὸς κέρα, προσαγορεύουσιν. Ἡ τοίνυν Κερόεσσα τραφεῖσα καὶ παραδόξῳ μορφῇ λαμπρυνθεῖσα πολὺ τὰς Θρᾳκίας ὑπερέβαλλε παρθένους. Τῷ δὲ θαλαττίῳ μιγεῖσα Ποσειδῶνι τίκτει τὸν καλούμενον Βύζαντα, τὸ ὄνομα λαβόντα ἐκ τῆς θρεψάσης αὐτὸν κατὰ τὴν Θρᾴκην νύμφης Βυζίης, ἦς μέχρι καὶ νῦν οἱ πολῖται τῶν ὑδάτων ἀρύονται. Ὡς οὖν ἐπὶ τῆς ἀκμῆς τῆς ἡλικίας ὁ νέος ἔβαινε καὶ τοῖς Θρᾳκίοις ἐνδιέτριβεν ὄρεσι, φοβερὸς πρὸς τοὺς θῆρας καὶ τοὺς βαρβάρους φερόμενος, πρεσβείας ἐδέχετο ὑπὸ τῶν τοιούτων, σύμμαχος αὐτοῖς εἶναι καὶ φίλος προτρεπόμενος. Ὡς οὖν καὶ Μελίας ὁ τῶν Θρακῶν βασιλεὺς αὐτὸν ἐπὶ τὸν τοῦ θηρὸς ἆθλον μετεπέμψατο, καὶ τὰς ἐξ αὐτοῦ δόξας ὁ Βύζας ἀπηνέγκατο, τὸν ὑποταγέντα ταῦρον τῇ ἱερουργίᾳ προσφέρων καὶ τοὺς πατρῴους ἐξιλασκόμενος δαίμονας κατὰ τὴν τῶν εἰρημένων ποταμῶν σύμμιξιν, ἀετὸς ἀθρόως φανεὶς τὴν καρδίαν ὑφαρπάζει τοῦ θύματος, καὶ κατὰ τὴν ἄκραν τῆς Βοσπορίας ἀκτῆς ἀποπτὰς ἔστη ἄντικρυς τῆς Χρυσοπόλεως, ἣν Χρύσης ὁ παῖς ἐκ Χρυσηίδος γεγονὼς καὶ Ἀγαμέμνονος, φεύγων τῆς Κλυταιμνήστρας ἐπιβουλὴν μετὰ τὴν τοῦ πατρὸς ἀναίρεσιν, καὶ πρὸς τὴν τῆς Ἰφιγενείας ζήτησιν ἐπειγόμενος, μνῆμα τῆς ἑαυτοῦ ταφῆς, τοῖς ἐγχωρίοις τὸ ὄνομα τοῦτο κατέλιπε, φθασάσης αὐτὸν ἐκεῖ τῆς τοῦ βίου κατα. στροφῆς. Ὁ μὲν οὖν Βύζας κατὰ τὴν ἄκραν τῆς Βοσπορίας ἀλὸς διέγραψε πολιν· Ποσειδῶνος δὲ