Ancient Greek
240
Pseudo-Codinus Hist., Patria Constantinopoleos 240
Unproofread scanNot analysed yet
τὸν Πρόβον. τὸν Δομνῖνον, τὸν Δαρεῖον, τὸν Μαῦρον, τὸν Ἰοδανὸν, τὸν Σαλτίωνα, τὸν ἔπαρχον Μόδεστον, τὸν Εὐβουλον. Μετὰ πλείστου στρατοῦ ἐξαπέστειλεν αὐτοὺς, ποιήσαντας δέκα ἓξ μῆνας ἐν Περσίδι. Ὁ δὲ μέγας Κωνσταντῖνος ἀποστείλας εἰς Ῥώμην ἀνελάβετο τὰς γυναῖκας αύτῶν καὶ τὰ τέκνα καὶ τὰς φαμιλίας. Ὥρισε δὲ ταὶ κτίστας μηχανικοὺς, ἵνα ἴδωσι τοὺς οἴκους αὐτῶν καὶ τοὺς τόπους ἐνὸς ἑκάστου ποῦ πε κεῖνται καὶ ὅπως, ἑτέρας ἐπὶ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης, ἄλλας ἐπὶ τοὺς ἠπείρους, καὶ τὰ σχήματα τῶν κτισμάτων, καὶ τὰς ἀνόδους οἷαι ἦσαν κοχλιώδεις. Καὶ λαβόντες τὰς φαμιλίας τῶν συγκλητικῶν ἀνῆλθον ἐπὶ τὸ Βυζάντιον, καὶ ἔκτισαν ὅμοια ἕκαστα, καὶ ἐκάθισαν ἐντὸς αὐτῶν τὰς φαμιλίας τούτων. Ἐκεῖσε ἐλθόντες γοῦν ἐκ τῆς Περσικῆς χώρας μετὰ νίκης, ἀναλαβόμενοι καὶ πάκτα κεντηνάρια τριακόαια ἑξήκοντα πέντε, ἐδέξατο αὐτοὺς ὁ βασιλεὺς Κσκενος, καὶ ποιήσας εὐωχίαν εἶπεν αὐτοῖς· «Θέλετε ἀπελθεῖν εἰς τὴν Ῥώμην;» δοκιμάζων αὐτούς. Οἱ δὲ ἔφησαν μὴ κατελθεῖν μέχρι δύο μηνῶν. Ὁ δὲ βασιλεὺς ἔφη· «Ἀπόψε ἔχω δοῦναι ὑμῖν τὰς οἰκίας ὑμῶν,» προστάξας Εὐφράτη τῷ παρακοιμωμένῳ αὐτοῦ, ὅστις καὶ ἐποίησε τὸν μέγαν Κωνσταντῖνον Χριστιανὸν, ἐν ἑκάστῳ ἀποδοῦναι αὐτῶν τοὺς οἴκους. Ὡς γοῦν εἶδον τοὺς πυλεῶνας καὶ τὰς αὐλάς καὶ τὰς ἀνόδους ὁμοίας ταῖς ἐν τῇ Ῥώμῃ καὶ τὰ μέτρα καὶ τὰ σχήματα καὶ τὰ ὕψη καὶ τὴν ἀπόβλεψιν τῶν θυρίδων, ἔδοξαν εἶναι ἐκ φαντασίας εἰς τὴν Ῥώμην. Εὑρόντες δὲ καὶ τὰς φαμιλίας αὐτῶν ἐξεπλάγησαν. Ἐρωτήσαντες δὲ τὰς ἑαυτῶν φαμιλίας καὶ μαθόντες ἀκριβῶς, τότε ἐπίστευσαν ὡς οὐκ ἔστι φάντασμα, ἀλλὰ φρόνησις τοῦ βασιλέως, ὅτι καὶ ἄκοντας καὶ μὴ βουλομένους ᾤκισεν ἐνταῦθα. Ἐὰ δὲ τῶν ὀνομάτων αὐτῶν εἰλήφασιν οἱ τόποι αἀς ποοσηγορίας, Ὁ Φιλόξενος κινστέρναν ἔκτισε τὴν ἐπονομαζομένην Φιλοξένου. Ὁ Πρόβος ἀνήγειρε τὸν ναὸν τοῦ Προδρόμου, ὅνπερ ὁ Καβαλῖνος ἐποίησεν ἐργοδόσιον τὸ λεγόμενον Πρόβου. Ὁ Δομνῖνος ἔκτισεν οἷκον εἰς τὰ Μαυριανοῦ, ὅνπερ ἔχει ὁ Ἀγρικόλαος. Ὁ Δαρεῖος ἔκτισε τὸν οἶκον τῆς Κανατίσης τοῦ Σκληροῦ. Ὁ Μαῦρος ἔκτισεν οἷκον ὃς λέγεται νῦν τοῦ Βελλονᾶ. Ὁ Ῥοδανὸς