Ancient Greek
243
Pseudo-Codinus Hist., Patria Constantinopoleos 243
Unproofread scanNot analysed yet
«καὶ κατέβαινεν εἰς Τόπους, καὶ ἀπέκαμπτε πάλιν διὰ τῶν Μαγγάνων καὶ Ἀρκαδιανῶν, καὶ ἔφθασεν εἰς τὴν ἀκρόπολιν Εἰχε δὲ πύργους τὸ ὅλον τεῖχος εἴκοσι ἑπτά. Καὶ τοιαύτη μὲν ἦν ἡ ἐπὶ τοῦ Βύζαντος σγημετονραφία τῆς πόλεως· ἡ δὲ δευτέρα, καθὰ διὰ τοῦ μεγάλου Κωνσταντίνου ἔκτιστο, ἐστὶν αὕτη. Κατὰ μὲν τὸ παράλιον μέρος προσετέθη ἀπὸ μὲν τῆς ἀκροπόλεως καὶ τοῦ Εὐγενίου πύργου μέχρι τοῦ Ζεύγματος τοῦ ἀγίου Ἀντωνίου, ἀπὸ δὲ τῶν καλουμένων Τόπων μέχρι τῆς ὑπεραγίας Θεοτόκου τῆς Ῥάβδου. Τὸ δὲ χερσαῖον τεῖχος ἀνέβαινεν ἕως τὸ Ἑξακιόνιον, ἀπὸ δὲ τοῦ μιλίου προήρχετο μέχρι τῆς παλαιᾶς πόρτας τοῦ Προδρόμου καὶ τῆς Ἀονῆς τοῦ Στουδίου καὶ τῆς Εἰκασίας, καὶ διήρχετο μέχρι τῆς Βώνου καὶ εἰς τὸν ναὸν τῶν ἁγίων μαρτύρων Μανουὴλ Σαβέλ καὶ Ἰσμαὴλ, καὶ κατήρχετο εἰς τὰ Ἁρματίου, καὶ ἐπληροῦτο εἰς τὸν ναὸν τοῦ ἁγίου Ἀντωνίου. Διήρκεσε δὲ τὸ τοιοῦτον σχῆμα τοῦ τείχους ἔτη ἐκατὸν τριάκοντα δύο, δέκα βασιλέων αὐτοκρατορησάντων. Ὁ δὲ μικρὸς Θεοδόσιος εἰς τὸν πέμπτον χρόνον τῆς βασιλείας αὐτοῦ, σεισμοῦ γεγονότος καὶ τῶν τειχῶν καταπιπτόντων, διὰ τὸ τοὺς Ἀμαληκίτας τοὺς Χατζιντζαρίους οἰκῆσαι ἐν τῇ πόλει καὶ βλασφημεῖν σφοδρῶς εἰς τὸ τρισάγιον, ποιήσας ὁ βασιλεὺς ἱκεσίαν καὶ λιτὴν εἰς τὸν κάμπον τοῦ τριβουναλίου μετὰ τοῦ πατριάρχου Πρόκλου καὶ παντὸς τοῦ λαοῦ, κραζόντων τὸ «Κύριε ἐλέησον» ἐπὶ πολλὰς ὥρας, πάντων ὁρώντων ἡρπάγη παιδίον εἰς τὸν ἀέρα, καὶ ἤκουσεν ὁ παῖς τῶν ἀγγέλων μελῳδούντων καὶ ὑμνούντων· «Ἄγιος ὁ Θεὸς, ἅγιος Ἰσχυρὸς, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.» Κατελθόντος δὲ τοῦ παιδὸς ὁ λαὸς οὕτως ἐμελῴδει, καὶ ἔστη ὁ σεισμὸς ἔκτοτε, καὶ ἐξέωσεν ὁ βασιλεὺς πάντας τοὺς αἱρετικοὺς ἐκ τῆς πόλεως. Ἐξέβαλε