Ancient Greek
248
Pseudo-Codinus Hist., Patria Constantinopoleos 248
Unproofread scanNot analysed yet
ἀγάλματος εὐγνωμοσύνης. Το ἄγαλμα τῆς Εὐγνωμοσύνης τῇ δεξιᾷ χειρὶ σκῆπτρον κατέχει, ὡς ἀγχίνου οὕσης τῆς Εὐγνωμοσύνης · τῇ δὲ ἀριστερᾷ βιβλίον. διὰ τὸ τὸν εὐγνώμονα δέεσθαι ἀναμνήσεως, ἥτις διὰ βιβλίων γίκεται. Περὶ ἀγάλματος τοῦ Πριάπου. Τό ἄγαλμα τοῦ Πριάπου, τοῦ Ὥρου παρ´ Αἰγυπτίοις καλουμένου, ἀνθρωπόμορφον ποιοῦσι, τῇ δεξιᾷ σκῆπτρον κατέχον, ὡσανεὶ παρὰ τὸ φανῆναι τὴν ξηρὰν καὶ τὴν θάλασσαν. Ἐν δὲ τῇ εὐωνύμῳ τὸ αἰδοῖον αὐτοῦ ἐντεταμένον, ὅτι τὰ κρυπτὰ ἐν τῇ γῇ σπέρματα φανερὰ καθίστησιν. Ἔχει δὲ καὶ πτερά· κατὰ μέσον δὲ τῶν πτερῶν δισκοειδεῖς κύκλους· τὰ μὲν πτερὰ, διὰ τὴν ταχύτητα τῆς κινήσεως, τοὺς δὲ κύκλους, διὰ τὴν τοῦ δίσκου περιφέρειαν. Ταυτὸν γὰρ εἶναι τῷ ἡλίῳ αὐτὸν δοξάζουσιν Περὶ ἀγάλματος τῆς Γῆς. Τὴν γῆν λέγουσιν ἑστίαν, καὶ πλάττουσιν αὐτὴν γυναῖκα, τύμπανον βαστάζουσαν, ἐπεὶ δὴ τοὺς ἀνέμους ἡ γῆ ὑφ´ ἑαυτὴν συγκλείει. Περὶ ἀγάλματος ἔχοντος ἐν τῇ κεφαλῇ κέρατα Το δὲ ἄγαλμα τοῦ Σελεύκου τοῦ δι´ ἀνδρείαν ὁνομασθέντος Νικάτορος, τοῦ δόντος τῷ υἱῷ αὐτοῦ Ἀντιόνω Στρατονίκην τὴν ἑαυτοῦ γυναῖκα, ἐρασθέντι αὐτῆς καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα ἀσθενήσαντι καὶ ἐπικρυπτομένῳ, γνωσθέντι δὲ ὑπὸ Ἐρασιστράτου τοῦ ἰατροῦ. Φασὶ δὲ συνόντα Σέλευκον Ἀλεξάνδρῳ τῷ Μακεδόνι ταῦρον θυομένῳ ἀποδοάντα, μόνον Σέλευκον περιγενέσθαι αὐτοῦ τῶν κεράτων κρατήσαντα· καὶ διὰ τοῦτο τῷ ἀγάλματι αὐτοῦ ἐν τῆ κεφαλῇ περιτιθέασι κέρατα. Περὶ Ἀτραβατικῶν. Ἐν ταῖς ἑορταῖς καὶ τοῖς ἐπινικίοις, καὶ παρόντων πρέσβεων, ἐνεδύοντο χλαμύδας ποικίλας ἀπὸ χρυσοῦ καὶ πορφυρᾶς ἢ ἄλλως πως πολυτελεῖς, ἐν δὲ ταῖς κοιναῖς συνόδοις ξηραμπελίνας τῷ χρώματι, ἃς ἐκάλουν ἀτραβατικὰς ἀπὸ τοῦ Βε εἰκικίαενο Ριῖαρέί. Βε εἰιμίαενο Τειπ. Οε Διαόαίῖοῖε