Ancient Greek
252
Pseudo-Codinus Hist., Patria Constantinopoleos 252
Unproofread scanNot analysed yet
ἐκεῖσε ὕψους καὶ κροῦσαι τὸν Ἱμέριον καὶ παραυτὰ θανατῶσαι. Ἐμοῦ δὲ φοβηθέντος καὶ πρὸς τὴν ἐκκλησίαν φυγόντος καὶ καταγγέλλοντος τὸ πραχθὲν, οὐδείς μοι ἐπίστευσεν, ἕως ἂν ὅρκοις αὐτὸ ἐβεβαίωσα. Οἱ οὖν οἰκεῖοι τοῦ τελευτήσαντος καὶ οἱ φίλοι τοῦ βασιλέως σὺν ἐμοὶ ἐπορεύθησαν ἐν τῷ κυνηγίῳ, καὶ πρὸ τοῦ τὸ πτῶμα ἰδεῖν τοῦ ἀνδρὸς τὸ πτῶμα τῆς στήλης ἐθαύμαζον. Ἱωάννης δέ τις φιλόσοφος φησὶν ὅτι εὖρεν ὑπὸ τούτου τοῦ ζωδίου ἔνδοξον ἄνδρα τεθνηξόμενον· ὑφ´ οὖ Φιλιππικὸς ὁ βασιλεὺς πληροφορηθεὶς ἐκέλευσε τὸ αὐτὸ ζώδιον ἐν αὐτῷ τῷ τόπῳ καταχωσθῆναι. Περὶ τῶν δύο στηλῶν Βηρίνης τῆς τοῦ μεγάλου Αέσντος. Λύο στῆλαί εἰσι τῆς Βηρίνης, μία μὲν νοτιωτέρα πλησίον τοῦ ἁγίου μάρτυρος Ἀγαθονίκου, μετὰ τὴν ἄνοδον τῶν ἐκεῖσε βαθμίδων, ἑτέρα δὲ ἄντικρυς αὐτοῦ, πλησίον τοῦ ναοῦ τῆς ἁγίας Βαρβάρας. Καὶ ἡ μὲν τοῦ ἁγίου Ἀγαθονίκου γέγονε ζῶντος Λέοντος Μακέλη τοῦ ἀνδρὸς αὐτῆς, ἡ δὲ τῆς ἀγίας Βαρβάρας μετὰ τὴν τελευτὴν αὐτοῦ, ἡνίκα Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς ἔστεψε, φυγόντος Ζήνωνος τοῦ γαμβροῦ αὐτῆς. Εὐφημίας τῆς γυναικὸς Ἰουστίνου τοῦ Θρακὸς στήλη ἐν τῇ ἁγίᾳ Εὐφημίᾳ τῇ ὑπ´ αὐτῆς κτισθείσῃ ἐστηλώθη. Ἀρκαδίας τῆς γυναικὸς Ζήνωνος, τῆς ἐν τῷ δευτέρῳ συνοικεσίῳ, ἐν τοῖς πλησίον μέρεσι τῶν βάθρων τῶν λεγομένων Τόπων, ἐν τοῖς τοῦ ἀρχιστρατήγου μέρεσιν, εἰς Ἀρκαδιανὰς ἐστηλώθη, Κνθα Τήνων ἔκρινε τοὺς μετὰ Βασιλίσκου, καὶ σέκρετον τὸν τόπον ἐποίησε. Τῆς δὲ πρώτης αὐτοῦ