Ancient Greek
256
Pseudo-Codinus Hist., Patria Constantinopoleos 256
Unproofread scanNot analysed yet
χαὶ μετονομάσας εἰς τὸ τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου ὄνομα τοῦ Θεολόγου. Τὰ δὲ Λαύσου οἶκος ἦν Λαύσου πατρικίου καὶ Κπραιποσίτου, ὅστις ἀρχὰς πολλὰς καὶ δόξας διήΚνυσεν ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ υἱοῦ Θεοδοσίου τοῦ μεγάλου. Ἐκόσμησε δὲ αὐτὸν διὰ ποικέλων καὶ πολυτελῶν μικρῶν κιόνων καὶ μαρμάρων. Οὖτος δὲ ἐοἶκος ἐκ τῶν δώδεκα τοῦ μεγάλου Κωνσταντίνου ὑπῆρχεν. Ἐν ᾠ καὶ ἀετοὶ λίθινοι καὶ φιάλαι καὶ βαθμοὶ καὶ βωμοὶ τετράγωνοι εἰς διακόσμησιν της πόλεως ἵστανται μέχρι τῆς σήμερον. Πλησίον δὲ τῆς ἁψῖδος τοῦ μιλίου στήλη ἐστὶν ἔφιππος Τραῖανοῦ, καὶ πλησίον αὐτοῦ ἔφιππος [στήλη Θεοδοσίου τοῦ μικροῦ. Ἀρκαδίου δὲ τοῦ υἱοῦ Θεοδοσίου, καὶ Ἀδριανοῦ, κλησίον τῆς στήλης Θεοδοσίου τοῦ μεγάλου, ἀμφότεροι ἔφιπποι ἵστανται, ἐν τοῖς τοῦ Ταύρου μέρεσι πλησίον τοῦ κιόνος κάτωθεν. Ἡ δὲ ἐν τῷ Ζευξίππῳ λουτρῷ ἱσταμένη στήλη ἐκ χρωμάτων Φιλιππικοῦ ἐστι τοῦ πραοτάτου. Περὶ τῆς βασιλικῆς Κινστέρνης, Ἠ λεγομένη βασιλικὴ Κινστέρνα ἐκτίσθη ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου. Ἡ δὲ καθεζομένη ἐπὶ τοῦ δίφρου ἐκεῖσε μεγάλη στήλη ἐστὶ τοῦ Σολομῶνος, ἡν ὁ μέγας Ἰουστινιανὸς ἀνεστήλωσε, κρατοῦντος τὴν σιαγόνα αὐτοῦ καὶ ὁρῶντος τὴν ἁγίαν Σοφίαν, ὅτι ἐνικήθη εἰς μῆκος καὶ κάλλος ὑπὲρ τῶν παρ´ αὐτοῦ κτισθέντων ναῶν Ἰερουσαλήμ. Ἐκεῖσε δὲ ἵστατο στήλη καὶ τοῦ μεγάλου Θεοδοσίου ἐπὶ δύο κιόνων τετραδικῶν χρυσεμβάφων, ὅπισθεν τῆς βασιλικῆς, πλησίον τοῦ μιλίου. Θέαμα πρῶτον,