Ancient Greek
258
Pseudo-Codinus Hist., Patria Constantinopoleos 258
Unproofread scanNot analysed yet
εἰσῄει εἰς τὸ στάμα καὶ στεφανωθὲν ἐξήει. Ἐτίθετο δὲ ἐν τῷ σενάτῳ ἔως τῶν ἐπιόντων γενεθλίων τῆς πόλεως. Διότι δὲ ἐπὶ κεφαλῆς σταυρὸν εἶχεν, ὃν ἐχάραξε Κωνσταντῖνος, Ἰουλιανὸς αὐτὸ βοθύνῳ κατέχωσεν. Περὶ τοῦ Ἀρείου. Ἐνθα Ἄρειος τὸν ἔχθιστον θάνατον ἀπὸ τῆς καμάρας τοῦ φόρου τοῦ σενάτου ἀπέδωκεν. Ἐνθα καὶ ἐτυπώθη ὑπὸ τοῦ θεοφιλοῦς Θεοδοσίου Ἄρειος ἐν μαρμάρῳ ἀναγλύφῳ, γειτνιῶν- τῇ γῇ καὶ σὺν τῇ τοῦ Ἀρείου καὶ Μακεδονίου, Σαβελλίου καὶ Εὐνομίου πρὸς αἰσχύνην αὐτῶν, ὡς ἂν οἱ παρερχόμενοι κόπρον καὶ οὖρον καὶ ἐμπτύσματα ἐνρίπτωσιν αὐτοῖς. Περὶ τοῦ σενάεου. Ὁτι τὸ σενᾶτον, ὡς οἱ μὲν λέγουσι, ἐξ ἀρχῆς ἦν τῶν κωδικέλλων φυλακτήριον· ἐκεῖσε γὰρ οἱ κατρίκιοι ἐλάμβανον αὐτοὺς ἕως Κωνσταντίνου. Καὶ Καλλίστρατος πρῶτος τὴν ἀξίαν τοῦ ὑπάτου ἐκεῖσε ἐδέξατο, τοῦ δήμου κράξαντος, «ΚαλΟε Ατῖο. Οε ερὴαΙμ.