Ancient Greek
279
Pseudo-Codinus Hist., Patria Constantinopoleos 279
Unproofread scanNot analysed yet
πάντα ἐστήλωστεν Ἀπολλώνιος ἐκεῖνος ὁ Τυανεὺς, ὁ σοφὸς καὶ ἄριστος ἀστρονόμος, καὶ ἐστοιχειώσατο ὀνόματα ἐπικρατείας ἕως τέλους αἰώνων. Ἐν δὲ τῷ μεγάλῳ μιλίῳ Θεοδοσίου στήλη ἵσταται· ἐφ´ ἴππου χαλκοῦ, καὶ ἐν τῇ χειρὶ μῆλον καὶ στη, λοειδές τι στεφανοῦν ἀνδροείκελον ἄγαλμα ἔχοντος, ὃν ἀνεγείρας τῇ πόλει πολλὰ σιτηρέσια δέδωκεν Οἱ δὲ ἐκεῖσε ὀκτὼ κίονες καὶ οἱ ποδίσκοι, ὁμοίως καὶ τῶν ἀρτοπωλίων ὁκτὼ κίονες καὶ τῶν τζυκαλαοίων καὶ τῆς χαλκῆς, ἔχουσιν ἱστορίας πολλὰς, ἃς καὶ καλλύνας ἐχρύσωσεν. Εν δὲ τῷ Ξηρολόφῳ, ὃν πρώην θέαμά τινες ἐκάλουν, ἔστησαν κοχλιάδες ἰς´ καὶ σύνθετος Ἄρτεμις καὶ ἕτεραι πολλαὶ στῆλαι εἰς τὰς ἁψῖδας. Ἔσχατον δὲ ἐκλήθη Θεοδοσιακὸς φόρος. Ὅτι Μητροφάνους καὶ Ἀλεξάνδρου καὶ Παύλουεἰκόνες ἐν σανίσι γεγόνασιν ὑπὸ τοῦ μεγάλου Κων σταντίνου, καὶ ἵσταντο ἐν τῷ μεγάλῳ κίονι τῷ πορφυρῷ, πλησίον κατὰ ἀνατολάς· ἅστινας οἱ Ἀρειανοὶ μετὰ τὸ κρατῆσαι πυρὶ παρέδωκαν ἐν τῷ Κορωνίῳ μιλίῳ, μετὰ καὶ τοῦ τῆς θεοτόκου ἀπεικονίσματος καὶ αὐτοῦ δὴ τοῦ νηπιάσαντος σαρκὶ Ἰησοῦ Χριστοῦ, καθὼς Ἀγκυριανὸς χρονογοάσος ἐν τῷ δεκάτῳ λόγῳ αὐτοῦ καὶ Ἀναστάσιος ἡμῖν παραδεδώκασιν.