Ancient Greek
283
Pseudo-Codinus Hist., Patria Constantinopoleos 283
Unproofread scanNot analysed yet
σπγ´ μέχρι τῆς βασιλείας Φωκᾶ τοῦ Καπιπαδοκος. Τὸ νῦν καλούμενον Πραιτώριον οἶκος ἦν πατρικίας χήρας ὀνόματι Μάρκας· διὰ γὰρ τὸ εἶναι πνιγηρὰς τὰς φυλακὰς καὶ ζοφώδεις καὶ πλήρεις δυσωδίας πάσης, καὶ μὴ ὑποφέρειν τοὺς ἐκεῖσε ἐγκεκλεισμένους, δόδωκεν αὐτὸν εἰς μισθὸν Φωκᾶ τῷ βασιλεῖ, καὶ οὗτος ἐποίησεν. αὐτὸν πραιτώριον. Τὰ δὲ Νούμερα καὶ τὴν Χαλκῆν ὁ μέγας Κωνσταντῖνος ἔκτισε, καὶ διὰ τὸ εἶναι ἀργὰ ἐποίησεν αὐτὰ φυλακὴν ὁ Ἡράκλειος καὶ οἱ καθεξῆς. Τὸν ἄγιον Φιλήμονα καὶ τὸν ἅγιον Εὐδόξιον ἀνήγειρεν Εὐδόξιος πατρίκιος καὶ ἔπαρχος τοῦ μεγάλου Β Κωνσταντίνου. Ὁ δὲ ἅγιος Ἀναστάσιος παρὰ Εἰρήνης καὶ τοῦ υἱοῦ αὐτῆς Κωνσταντίνου τοῦ τυφλοῦ ἐκτίσθη, ἐπεὶ ὁ ἅγιος Ἀναστάσιος ἐν τοῖς χρόνοις τοῦ Ἡρακλείου ἐμαρτύρησεν μετὰ ἔτη ση´ τοῦ μεγάλου Κωναταντίνοι Τὴν Χελώνην τὸν ἄγιον Προκόπιον, καὶ τὸν ἄγιον Ἀκάκιον τὸν Ἑπτάσκαλον ὁ ἐν ἀγίοις μέγας Κωνσταντῖνος ἤγειρεν· ὁ δὲ Ἰουστινιανὸς, ὁ τῆς μεγάλης ἐκκλησίας κτίστωρ, ἐκάλεσεν αὐτὸν ἅγιον Ἀκάκιον. Τὸ καλούμενον Μεσόλοφον μέσον ἐστὶ τῶν ἑπτὰ λόφων, ἤγουν ἡ μία μοῖρα τῆς πόλεως ἔχει τρεῖς λόφους, καὶ ἡ ἑτέρα τρεῖς, καὶ τοῦτό ἐστι μέσον, ὃ καλοῦσιν οἱ ἰδιῶται μεσόμφαλον, Ἐν τῇ λεγομένῃ Χαλκῇ στήλη χαλκῆ ἧν τοῦ Χυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παρὰ τοῦ μεγάλου Κων. σταντίνου σταθεῖσα. Ὁδὲ Λέων ὁ πατὴρ τοῦ Καβαλλίνου ταύτην κατήγαγεν, Ἡ δὲ νῦν διὰ ψηφίδων ἀρωμένη εἰκὼν τοῦ Θεοῦ ἱστορήθη παρὰ Εἰρήνης τῆς Ἀθηναίας. Ἡ δὲ χαλκῆ ἐτύγχανε χρόνους υιε· ἐξ ἧς γυνὴ αἱμοῤῥοοῦσα ἰάθη καὶ Θτερα πολλὰ θαύματα ἐπετελοῦντο. Τὰ λεγόμενα Εὐγενίου οἶκος ἦν Εὐγενίου πατρι κίου ἐν τοῖς χρόνοις Θεοδοσίου τοῦ μεγάλου, ὃς και ἀνήγειρεν αὐτὸν εἰς ναὸν τῇ Θεοτόκῳ Τὰ λεγόμενα Οὐρβικίου ἡ Θεοτόκος παρ´ ἄλλου β