Ancient Greek
292
Pseudo-Codinus Hist., Patria Constantinopoleos 292
Unproofread scanNot analysed yet
ἁγίου. Ὡσαύτως δὲ καὶ τὸν ναὸν τοῦ ἀγίου Ἰουλιανοῦ ὁ αὐτὸς Ἀναστάσιος ἀνήγειρεν, ὅτι ὅταν ἦθε μετὰ τῶν γονέων αὐτοῦ ἀπὸ τοῦ Δυῤῥαχίου ἦθε παῖς τυγχάνων, ἐκεῖσε ἐμάνθανε τὴν γραμμαικήν. Ὁδὲ ἄγιος Προκόπιος τὸ Κονδύλιον ἐκλήθη οὕτως διὰ τὸ Κωνσταντῖνον τὸν πατέρα Ἰουστινιανοῦ τοῦ Τινοτμήτου κονδυλίσαι ἐκεῖσε τὸν ἵππον αὐτοῦ καὶ ἵσαι αὐτόν. Ὁἅγιος Ἰωάννης ὁ Πρόδρομος τὰ λεγόμενα Κινθήλια ἀπὸ τοῦ κάμνειν ἐκεῖσε τὰ μικρὰ καρτία τὰ καβαλλαρικὰ οὕτως ἐκλήθη· καὶ γὰρ τὰ τοιαῦτα καρφία λέγεται κινθήλια. Ὁ Ἀναστάσιος μετὰ Ἀριάδνης ἔκτισε τὸν ναὸν τὸν ὄντα εἰς Κωνσταντιανὰς τῶν ἀγίων μʹ. Ἀνήγειρε καὶ ναὸν ἕτερον ἐπ´ ὀνόματι τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου, νθα καὶ τὸ ἅγιον αὐτοῦ λείψανον ἐτέθη Τον ἄγιον Πολύευκτον Ἰουλιανὴ ἡ θυγάτηρ Οὸαλεντινιανοῦ τοῦ κτίστορος τοῦ ἀγωγοῦ ἔκτισεν Ἀὶ χρόνους τέσσαρας καὶ ἤμισυ, τῶν τεχνιτῶν ἀπὸ Ῥώμης ἐλθόντων. Γυναικαδέλφη δὲ ἠν ἡ τοιαὐτη τοῦ μεγάλου Θεοδοσίου. Τα ὲ Μεγεθίας ἀνήγειρε Μεγεθία δέσποινα ἐν τοῖς χρόνοις Τιβερίου τοῦ Θρφκός, Ἡ ὑπεραγία Θεοτόκος ἡ Πονολύτρια οὔτως ἐκλήθη, ὅτι μεγάλαι ἰάσεις ἐκεῖσε ἐτελοῦντο καὶ πόνοι πολλοὶ ἐλύοντο. Τα Ἀρεοβίνδου τὴν ἁγίαν Θεοτόκον ἀνήγειρε Πίτρος μάγιστρος καὶ κουροπαλάτης, ὁ αὐτ. κδιλφος Μαυρικίου τοῦ βασιλέως· διὰ δὲ τὸ ἵκοι τὸν οἶκον Ἀρεοβίνδου ἐκεῖσε ἐκλήθη οὕτως Κετὰ δὲ ἐννενήκοντα δύο χρόνους ἐπὶ Ἰουστίνου τοῦ Θρᾳκὸς ἐκτίαθη καὶ τὸ λοῦμα. Τὴν ἀγίαν Εὐφημίαν τὰ Ὀλυβρίου ἡ θεομισὴς. Εὐδοξία κτίζειν ἀπήρξατο, καὶ ὕψωσεν ἀπὸ γῆς τὸ βεμέλιον μέχρι πηχῶν δύο. Πικρῷ δὲ θανάτῳ ἁρπαγείσης ἀνεπληρώθη παρὰ Ὀλυβρίου μαγίστρου τοῦ Ρωμαίου, ἐκεῖσε τὸν αὐτοῦ οἶκον ἔχοντος. Ἐκόσμησι δὲ αὐτὴν διὰ πολυτελῶν μαρμάρων, καὶ κτήματα δέδωκε πολλὰ καὶ ἱερὰ σκεύη. Τὰ δὲ Ἀρματίου οἶκος ἦθε Ἀρματίου μαγίστρου τοῦ οἰκείου ἀνθρώπου Ζήνωνος, ὅς καὶ προέδωκε τὸν στρατὸν ἀντάραντος Βασιλίσκου κατὰ