Ancient Greek
311
Pseudo-Codinus Hist., Patria Constantinopoleos 311
Unproofread scanNot analysed yet
«διὰ τὸ τὰς μοναζούσας χρᾶσθαι εἰς ὑπόδεσιν τοῖς οὔτω καλουμένοις ξυλίνοις, Ἡ μονὴ τῆς Εἰκασίας ἐκτίσθη παρὰ Κἰκασίας μοναχῆς εὐσεβεστάτης καὶ παρθένου ὡραίας τῷ εἴδει, ἤτις σοφωτάτη οὖσα καὶ κανόνας πολλοὺς καὶ στιχηρὰ καὶ ἄλλα τινὰ ἀξιοθαύμαστα ἐποίησεν καὶ ἐμελῴδησεν ἐν τοῖς χρόνοις Θεοφίλου τοῦ βασιλέως. Τὰ Σμαράγδου ἐκτίσθη παρὰ Σμαράγδου πατρικίου καὶ στρατηγοῦ ἐν τοῖς χρόνοις Τιβερίου τοῦ Θρακός. Οὕτως δὲ ἐκλήθη, ἐπεὶ οἵκος ἦν αὐτοῦ ἐκεῖ. Ὁ ἅγιος Μάρκος ὁ πλησίον τοῦ Ταύρου ἐκκλησίᾳ ἦν μεγάλη ξυλότρουλλος, κτισθεῖσα ὑπὸ Θεοδοσίυ τοῦ μεγάλου. Εἶτα ὑπὸ σεισμοῦ κατενεχθεῖσαν ἀνήγειρεν αὐτὴν Ῥωμανὸς ὁ γέρων ὁ Λακαπηνός Χαλκοῦς δὲ κώνωψ καὶ μυῖα καὶ ἄλλα μικρὰ ζωΰφια ἐπάνω τῆς δυτικῆς ἁψῖδος τοῦ Ταύρου ἵσταντο ἐστοιχειωμένα παρὰ Ἀπολλωνίου τοῦ Τυανέως. Καὶ ἕως μὲν οὖν ἵσταντο, οὐκ ἐφοίτων τῇ πόλει μυῖαι ἢ ψύλλοι ἢ κώνωπες· ὁ δὲ βασιλεὺς Βασίλειος ἐξ οἰκείας ἀγνοίας κατήγαγε καὶ ἠφάνισιν αὐτά. Ἠ δὲ γυναικοειδὴς στήλη ἡ χαλκῆ, ἡ μσταμένη εἰς τὴν φιάλην τοῦ Ἱπποδρομίου, εἰς τὸ στυράκιον, Εἰρήνης ἐστὶ τῆς Ἀθηναίας, ἡν ἀνήγειρε Κωνσταντῖνος ὁ υἱὸς αὐτῆς εἰς θεραπείαν αὐτῆς Ὁ τόπος ὃς καλεῖται τὰ Νεκρὰ, οὕτως ἔλαβε τὸ ἐπώνυμον, ὅτι τὰ σώματα τῶν ἀναιρεθέντων πολιτῶν ἐπὶ Ἰουστινιανοῦ τοῦ μεγάλου ἐν τῷ Ἱπποδρομίῳ ἐκεῖσε ἐτέθησαν, διὰ τὸ μὴ χωρεῖν ἀλλαχόθι θέψαι αὐτά. Ἀπέφραξε δὲ καὶ τὰ σκαλία ἀπὸ τοῦ παραθύρου καὶ μέχρι τοῦ καμιλαυκίου, καὶ αὕτως ἐτίθουν τὰ σώματα τῶν νεκρῶν. Τὰ δὲ παμμεγεθέστατα κτίσματα εἰς τὸν ἄγιον Ζίργιον οἶκοι ἦσαν Ἰουστινιανοῦ τοῦ μεγάλου ἔτι ὄντος αὐτοῦ πατριχίοιυ Εἰς τὸν ναὸν τῆς Θεοτόκου τὰ Πατρικίας γέγραπται ὅτι ὅτε ἤρχοντο οἱ βασιλεῖς μετὰ τῶν δεσποινῶν ἐπὶ προελεύσεως εἰς τὴν ἁγίαν Σοφίαν, ἐν τῷ τοιούτῳ τόπῳ ἵσταντο· ἦν γὰρ οἶκος ἐκεῖσε μέγας κτισθεὶς παρὰ τοῦ μεγάλου Κωνσταντίνου. Καὶ οἱ μαν πατρίκιοι καὶ πραιπόσιτοι ἐκεῖσε ἤλασαν καὶ ἐζώννυον τὸν βασιλέα. Ὁμοίως καὶ αἱ ζωσταὶ ἐζώννυον τὴν δέσποιναν. Τὰ Βασιλίδου ὁ ἅγιος Νικόλαος οἶκος ἦν πατρικίου Βασιλίδου καλουμένου καὶ κοιαίστορος τοῦ μεγάλου Ἰουστινιανοῦ.