Ancient Greek
314
Pseudo-Codinus Hist., Patria Constantinopoleos 314
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΤΗΣ ΟΙΚΟΔΟΜΗΣ ΤΟΥ ΝΑΟΥ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ Τῆς μεγάλης ἐκκλησίας, ἤγουν τῆς ἁγίας Σοφίας, ἰδωλείου τὸ πρὶν οὔσης, καὶ πολλῶν ἀγαλμάτων ἐκεῖσε ἱσταμένων, ἀφεῖλεν αὐτὰ, καθὼς προείρηται, ὁ μέγας Κωνσταντῖνος καὶ Ἰουστινιανός. Καὶ ὁ μὲν μέγας Κωνσταντῖνος πρώην αὐτὴν ἀνήγειρε δρομικὴν, ὁμοίαν τοῦ ἁγίου Ἀγαθονίκου καὶ τῆς ἁγίας Δυνάμεως. Ἀνήγειρε δὲ καὶ τὴν ἀγίαν Εἰρήνην τὴν παλαιὰν πλησίον αὐτῆς τῆς μεγάλης ἐκκλησίας, ἤγουν τῆς ἁγίας Σοφίας. Καὶ πληρώσας αὐτὴν τὴν ἁγίαν Σοφίαν στήλας ἔστησε πολλὰς, ὡς προείπομεν. Διήρκεσε δὲ τὸ κτίσμα. ἐκεῖνο μέχρι τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου. Ἐν δὲ τοῖς χρόνοις ἐκείνου, κατὰ τὴν δευτέραν ἐν Κωνσταντινουπόλει σύνοδον, στασιάσαντες οἱ Ἀρειανοὶ κατέφλεξαν τὸ στέγος τῆς μεγάλης ἐκκλησίας, ὄντος πατριάρχου Νεκταρίου τοῦ ἁγιωτάτου, εἰς τὴν Εἰρήμην καθεζομένου τὴν παλαιάν. Διήλθοσαν δὲ χρόνοι δεκαὰξ, καὶ ἦν ἀσκεπὴς ἡ ἁγία Σοφία. Προστάξας δὲ ὁ βασιλεὺς Θεοδόσιος Ῥουφῖνον τὸν μάγιστρον ἐσκέπασε τὸ στέγος διὰ κυλινδροειθῶν καμαρῶν. Καὶ διήρκεσεν οὕτως μέχρι τῆς βασιλείας Ἰουστινιανοῦ. Εἰς δὲ τὸν πέμπτον χρόνον τῆς αὐτοῦ βασιλείας, μετὰ τὸ γενέσθαι τὴν σφαγὴν ἐν τῷ ἱππικῷ τῶν τριακονταπέντε χιλιάδων, ἀναιρεθέντων ἐκεῖσε διὰ τὸ ἀναγορευθῆναι παρὰ τῶν δημοτικῶν δύο μερῶν Ὑπάτιον τὸν πατρίκιον καὶ δήμαρχον μέρους τῶν Βενέτων, ἐνέπνευσεν ὁ πανάγαθος Θεὸς καὶ φιλάνθρωπος εἰς τὴν διάνοιαν τοῦ βασιλέως Ἰουστινιανοῦ τοῦ οἰκοδομῆσαι