Ancient Greek
323
Pseudo-Codinus Hist., Patria Constantinopoleos 323
Unproofread scanNot analysed yet
ἀποκτεῖναι, καθὼς πολλοὶ συνεβούλευον αὐτῷ, βλέποντες αὐτὸν ἀθυμοῦντα, συνήνεσαν αὐτῷ ἐκ δευτέρου ἴνα κτιζομένης παρ´ αὐτοῦ τῆς στήλης τοῦ Αὐγουστεῶνος ἐάσει αὐτὸν ἐκεῖσε καὶ ἄρωσι τὰς σκαλώσεις, ὅπως ὑπὸ τοῦ λιμοῦ τελευτήσει. Ὃ καὶ ἐποίησε. Γνοὺς τοίνυν ὁ Ἰγνάτιος, μετὰ τὸ τελειῶσαι καὶ στῆσαι τὴν ἔφιππον στήλην τοῦ βασιλέως, ὅτι εἰάθη ἐκεῖσε, ὠδύρετο. Ὀψίας δὲ ἤδη Κγενομένης εὖρε ἐπιτήδευμα ἄριστον. Τὸ λεπτὸ, σχοινίον ὅπερ εἶχεν εἰς τὸ περσίκιον αὐτοῦ, τὸ ὡσεὶ ὀργυιῶν πεντήκοντα πέντε, καὶ τὸ ἱμάτιον αὐτοῦ καὶ τὸ ὑποκαμισοβράκιον καὶ τὸ σφικτούριον καὶ τὸ φακεώλιον αὐτοῦ λαβών συνέδησεν αὐτὰ καὶ ἔκλεισε καὶ ἐδοκίμασεν εἰ φθάνουσιν ἕως κάτω. Εὑρὼν δὲ οὔτως ταῦτα, ἐλθούσης τῆς γυναικὸς αὐτοῦ μετὰ κλαυθμοῦ πολλοῦ καὶ ὀδυρμοῦ ἐφώνησεν αὐτῇ, κοιμωμένης πάσης τῆς πόλεωσνὺξ γαρ ἦν βαθεῖα, ὅτι Ὢδε κατελείφθην ἀποθανεῖν, ἀλλ´ ὕπαγε καὶ κρυφίως ἀγόρασον παχὺ σχοινέον, καὶ ἄλειψον αὐτὸ ὑγροπίσσῳ, καὶ πάλιν ἐλθὲ μεσούσης νυκτός. Καὶ καταλαβούσης τῇ ἐπιούσῃ νυκτὶ ἐχάλασεν ἐκεῖνος ἄπερ εἶχεν, καὶ συνδήσασα ἢ γυνὴ τὸ σχοινίον, ἔσυρεν ἐκεῖνος ἐπάνω καὶ προσέδησεν εἰς τὸν πόδα τοῦ ἵππου, καὶ κρατῶν αὐτὸ κατέβη ὑγιής. Ἐποίησε δὲ τοῦτο, ἵνα κολλᾷ τὸ σχοινίον ἐκ τοῦ ὑγροπισσίου εἰς τὰς χεῖρας αὐτοῦ, ὅπως μὴ συρεὶς ἀθρόως πέσῃ καὶ τριβείη, καὶ ἵνα τὸ σχοινίον καυθήσεται ὑπὸ τοῦ πυρὸς μετὰ τὸ καταβῆναι. Λαβὼν τοίνυν τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας νυκτὸς κατέλαβε τὴν Ἀδριανούπολιν, μετασχηματισθεὶς κατὰ μοναχοὺς, χοόνους τρεῖς, πάντων οἰομένων καὶ λεγόντων ὅτι ἐπὶ τῶ κίονος ἐτελεύτησεν ὑπὸ τοῦ λιμοῦ. Μετὰ δὲ ταῦτα ἦλθεν ἐν τῇ Κωνσταντινουπόλει, καὶ ἦν διατοίβων ἐν αὐτῇ. Καὶ διερχομένου τοῦ βασιλέως εἰς προκλευσιν τῶν ἁγίων ἀποστόλων ἐπήντησεν αὐτῶ ἐκεῖσε, αἰτῶν λόγον συμπαθείας τοῦ μὴ φοβηθῆναι. Γνωρίσας οὖν τοῦτον ὁ βασιλεὺς ἐθαύμασα, καὶ πᾶσαἡ σύγκλητος αὐτοῦ. Προεβάλλετο δὲ ὁ βασιἀεὺέ ἄγνοιαν ἐπὶ τῷ γεγονότι ἐπὶ τὸν Ἰγνάτιον, καὶ πολλὰ δῶρα δοὺς αὐτῷ ἀπέλυσεν ἐν εἰρήνῃ, εἰπών· Ἱε, ὃν θέλει ὁ Θεὸς ζῇν, χίλιοι οὐκ ἀποκτείνουσι.» Καὶ ἔκτοτε ἔζησεν ἐν εἰρήνῃ πολλῇ. Καὶ ἔως μὲν ὧδε τὸ πέρας τῶν κατὰ τὴν Μεγάλην ἐκκλησίαν· τοὺς δὲ ἁγίους ἀποστόλους τοὺς μεγάλους, καθὼς προείρηται, εὖρε δρομικὴν ἐκκλησίαν, ξυλόστεγον, ξυλότρουλον, κτισθεῖσαν παρὰ τοῦ μεγάλου Κωνσταντίνου καὶ Ἐλένης. Ἰ Θεοδώρα δὲ ἡ γυνὴ τοῦ αὐτοῦ μεγάλου Ἰουστινιανοῦ. ἡ καὶ πολλὴν σπουδὴν θεμένη ὁιὰ τὸ διέρχεσθαι κάτωθεν τὸν ποταμὸν τὸν Λύκον,