Ancient Greek
20 to 23
Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 20-23
Not analysed yet
(20) Εἰσὶ δὲ καὶ ταῖς ὁμιλίαις οὐ λίαν Βοιώτιαι, μᾶλλον δὲ Σικυώνιαι. Καὶ ἡ φωνὴ δʼ αὐτῶν ἐστὶν ἐπίχαρις· τῶν δʼ ἀνθρώπων ἀτερπὴς καὶ βαρεῖα. (21) Ἐνθερίσαι μὲν ἡ πόλις οἵα βελτίστη· τό τε γὰρ ὕδωρ πολὺ ἔχει καὶ ψυχρὸν καὶ κήπους· ἔτι δʼ εὐήνεμός ἐστι καὶ χλωρὰν ἔχουσα τὴν πρόσοψιν. ἐχόπωρός τε καὶ τοῖς θερινοῖς ὠνίοις ἄφθονος· ἄξυλος δὲ καὶ ἐγχειμάσαι οἵα χειρίστη διά τε τοὺς ποταμοὺς καὶ τὰ πνεύματα· καὶ γὰρ νίφεται καὶ πηλὸν ἔχει πολύν. (22) Οἱ στύχοι Λάωνος · Βοιωτὸν ἄνδρα στέργε, τὴν θοιωτίαν μὴ φεῦγʼ· ὁ μὲν γὰρ χρηστὸς, ἡ δʼ ἐφίμερος. 23. Ἐντεῦθεν εἰς Ἀνθηδόνα στάδια ρξ΄· ὁδὸς πλαγία· ἁμαξήλατος διʼ ἀγρῶν πορεία. Ἡ δὲ πόλις οὐ μεγάλη τῷ μεγέθει, ἐπʼ αὐτῆς τῆς Εὐβοῖκῆς κειμένη θαλάττης· τὴν μὲν ἀγορὰν ἔχουσα κατάδενδρον πᾶσαν, στοαῖς ἀνειλημμένην διτταῖς. Αὕτη δὲ εὔοινος, εὔοψος, σίτων σπανίζουσα διὰ τὸ τὴν χώραν εἶναι λυπράν.