Ancient Greek
Α΄.
Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 24
Not analysed yet
(24) Οἱ δʼ ἐνοικοῦντες σχεδὸν πάντες ἁλιεῖς, ἐπ᾿ ἀγκίστρων καὶ ἰχθύων, ἔτι δὲ καὶ πορφύρας καὶ σπόγγων τὸν βίον ἔχοντες, ἐν αἰγιαλοῖς τε καὶ φύκει καὶ καλύβαις καταγεγηρακότες· πυρροὶ ταῖς ὄψεσι πάντες τε λεπτοὶ, τὰ δʼ ἄκρα τῶν ὀνύχων καταβεβρωμένοι, ταῖς κατὰ θάλατταν ἐργασίαις προσπεπονθότες, πορθμεῖς οἱ πλεῖστοι καὶ ναυπηγοὶ, τὴν δὲ χώραν οὐχ οἷον ἐργαζόμενοι, ἀλλ᾿ οὐδὲ ἔχοντες, αὑτοὺς φάσκοντες ἀπογόνους εἶναι Γλαύκου τοῦ θαλασσίου, ὃς ἁλιεὺς ἦν ὁμολογουμένως.