Ancient Greek
Α΄.
Pseudo Dicaearchus Messenius, Dicaearchi, ut fertur, potius vero Athenaei Descriptionis Graeciae Fragmenta tria 25
Not analysed yet
(25) Ἡ μὲν οὖν Βοιωτία τοιαύτη· αἱ γὰρ Θεσπιαὶ φιλοτιμίαν ἔχουσι μόνον ἀνδρῶν καὶ ἀνδριάντας εὖ πεποιημένους, ἄλλο οὐδέν. Ἱστοροῦσι δʼ οἱ Βοιωτοὶ τὰ κατʼ αὐτοὺς ὑπάρχοντα ἴδια ἀκληρήματα λέγοντες ταῦτα· τὴν μὲν αἰσχροκέρδειαν κατοικεῖν ἐν Ὠρωπῷ, τὸν δὲ φθόνον ἐν Τανάγρᾳ, τὴν φιλονεικίαν ἐν Θεσπιαῖς, τὴν ὕβριν ἐν Θήβαις, τὴν πλεονεξίαν ἐν Ἀνθηδόνι, τὴν περιεργίαν ἐν Κορωνεία, ἐν Πλαταιαῖς τὴν ἀλαζονείαν, τὸν πυρετὸν ἐν Ὀγχηστῷ, τὴν ἀναισθησίαν ἐν Ἁλιάρτῳ. Τάδʼ ἐκ πάσης τῆς Ἑλλάδος ἀκληρήματα εἰς τὰς τῆς Βοιωτίας πόλεις κατερρύη. Ὁ στίχος Φλερεκράτους· Ἄνπερ φρονῇς εὖ, φεῦγε τὴν Βοιωτίαν. Ἡ μὲν οὖν τῶν Βοιωτῶν χώρα τοιαύτη.