Ancient Greek · ~7 min
1 to 11
Pseudo-Dioscorides, De lapidibus 1-11
Not analysed yet
Λιθάργυρος· Ἀγαρηνοὶ μάρτικ· ἡ μὲν ἐκ μολιβδίτιδος ἄμμου γεννᾶται χωνευομένη ἄχρι τελείας ἐκπυρώσεως, ἡ δὲ ἐξ ἀργύρου, εἴτε ἐκ μολίβδου· γίνεται δὲ ἐν Ἀττικῇ καὶ Ἰνδίᾳ καὶ Σικελίᾳ καὶ Ἱσπανίᾳ. Λίθος ἀγήραντος. Λίθος ἀετίτης. Hi duo, vacuis interjacentibus spatiis, descriptione carent. (Iriarte.) . Λίθος αἱματίτης Ῥωμαῖοι αἱματίστα· ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος· παραξυόμενος γὰρ ἀκόναις αἱματώδη χυλὸν ἀνίησι. Τοσοῦτον μετέχων τῆς ψύξεως ὅσον καὶ τῆς στύψεως, οὗτος τριβόμενος καὶ πινόμενος αἱμορραγίαν παύει· καὶ αἱμάτων πτύσεσιν ἁρμόττει, καὶ πᾶσιν ἕλκεσι καὶ δυσουρίαις· ξηρὸς δὲ λειωθεὶς καταστέλλει τὰ ὑπερσαρκοῦντα· σὺν δὲ γάλακτι γυναικείῳ ὑφαίμους ὀφθαλμοὺς θεραπεύει. Λίθος ἄσσιος ὁ ἐν Ἄσσῳ γενόμενος· κισσηρώδης. Λίθος ἀρμένιος· Ἀγαρηνοὶ λαζουέρδ. Λίθος γαιώδης· Ἄφροι γάγζαρ ἔλαρ. Οὗτος στύφει καὶ ξηραίνει καὶ ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις· χρισθεὶς δὲ μεθ’ ὕδατος μασθῶν καὶ ὀρχέων παύει φλεγμονάς. Λίθος γαγάτης ὁ ἐν Λυκίᾳ εὑρισκόμενος παρὰ τὸν Γάγην ποταμόν· ξηραίνει δὲ ἱκανῶς καὶ μαλάσσει καὶ διαφορεῖ· τὸ ἀψέψημα δὲ αὐτοῦ πινόμενον ἕλμινθας ἐκτινάσσει, καὶ περιαπτόμενος κεφαλαλγίας χρονίας παύει· καὶ ὠκυτοκίας ἐργάζεται τῇ χειρὶ κρατούμενος· προσαγόμενος δὲ πυρὶ καὶ ἐν οἴνῳ σβεννύμενος ὠφελεῖ καρδιακοὺς τοῦ οἴνου ποθέντος. Λίθος γαλακτίτης παραπλησίαν τῷ μοροξῷ χρόαν ἔχων, ὑπόχλωρον καὶ γαλακτώδη χυλὸν ἀνίησιν· οὗτος πολυγάλους τὰς γυναῖκας ποιεῖ λουσαμένας καὶ μεθ’ ὕδατος ἢ οἴνου πιούσας· μίγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι. Φασὶ δὲ αὐτὸν περιαπτόμενον τραχήλῶ παιδίων ὀδοντιώντων ἔκφυσιν παρασκευάζειν. Λίθος ἠλέκτρου ἢ λυγγούριον ἢ σούχινον. Πινόμενος οὗτος ἰᾶται δυσουρίαν καὶ στομαχικοὺς ὠφελεῖ καὶ ὠχριάσεις· καὶ τὸ ἤλεκτρον δὲ σὺν μαστίχῃ πινόμενον ἀλγήματα στομάχου ἰᾶται. Λίθος θρᾳκίας γίνεται μὲν ἐν Σινθίᾳ ἐν ποταμῷ τῷ λεγομένῳ Πόντῳ· δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῷ γαγάτῃ· ἱστόρηται δὲ ἐκθερμαίνεσθαι ὑφ’ ὕδατος, σβέννυσθαι ὑπὸ ἐλαίου καθάπερ καὶ τὴν ἀσφάλτην.