Ancient Greek · ~1 min
36 to 37
Pseudo-Dioscorides, De lapidibus 36-37
Not analysed yet
Λίθος ὕαλος λεῖος πινόμενος μετ’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους θρύπτει ἱκανῶς. Λίθος φρύγιος ὁ ἐν Φρυγίᾳ, ῷ οἱ βασιλεῖς χρῶνται· γεννᾶται δὲ ἐν Καππαδοκίᾳ· ἄριστος δέ ἐστιν ὁ ὠχρὸς καὶ μέσος καὶ βαρύς· ἔστιν δὲ δυνάμεως ξηραντικῆς καὶ στυπτικῆς. Τέλος.