Ancient Greek
Εἰς τὸν Ἀβδιοῦ. Δουλεύων κυρίῳ.
Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ἀβδιοῦ. Δουλεύων κυρίῳ.
Not analysed yet
Οὗτος Ἀβδιοῦ πέμπτος φησὶ καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὕτως· διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Εἴρηται μὲν κατὰ τὸ πρόχειρον ἐπὶ τῶν Σκυθῶν, τουτέστι τοῦ Γὼγ καὶ Μαγώγ· κυριώτερον δὲ ἁρμόζει ἐπὶ τοῦ δεσπότου Χριστοῦ· ἐπιφέρει γὰρ μετ᾽ ὀλίγα· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βιθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία, καὶ πολλὰ ὑπομείνας δι᾽ αὐτὸν περισώζεται. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος, οὗ ἐφείσατο Ἠλίας, καὶ κατέβη πρὸς Ὀχοζίαν, καὶ μετὰ ταῦτα ἀπολιπὼν λειτουργίαν τοῦ βασιλέως προεφήτευσεν καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πατέρων αὐτοῦ.