Ancient Greek
Εἰς τὸν Ἰωήλ. Αὐθαίρετος ἰσχύς.
Pseudo-Dorotheus (Vitae Prophetarum), De prophetarum vita et obitu (Dorothei recensio) Εἰς τὸν Ἰωήλ. Αὐθαίρετος ἰσχύς.
Not analysed yet
Οὗτος Ἰωὴλ ὁ προφήτης καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν περὶ τοῦ κατὰ τὸν δεσπότην Χριστὸν μυστηρίου· φησὶ γὰρ οὕτως· καὶ ἔσται μετὰ ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται. Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων πληρουμένης, ὅτε ἡ κάθοδος τοῦ ἁγίου πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῇ ἡμέρᾳ τῆς Πεντεκοστῆς ἐγένετο. Ἰωὴλ ἐκ γῆς ἦν τοῦ Ῥουβὴν ἀγροῦ τοῦ Βεθομορῶν, καὶ ἀπέθανεν ἐν εἰρήνῃ καὶ ἐκεῖ ἐτάφη.