Ancient Greek · ~4 min
1.5 to 1.11
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.5-11
Not analysed yet
εʹ. Φίλιππος δὲ ἀπόστολος ἐν Φρυγίᾳ κηρύξας τὸ εὐαγγέλιον θάπτεται ἐν Ἱεραπόλει μετὰ τῶν ζ θυγατέρων αὐτοῦ, ὧν Λουκᾶς ὁ εὐαγγελιστὴς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἀπεμνημόνευσεν. ϛʹ. Βαρθολομαῖος ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις εὐδαίμοσι κηρύξας τὸν Χριστὸν καὶ δεδωκὼς αὐτοῖς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, ἐκοιμήθη ἐν Κορβανοπόλει τῆς μεγάλης Ἀρμενίας. ζʹ. Θωμᾶς δὲ ὁ ἀπόστολος Πάρθοις καὶ Μήδοις, καὶ Πέρσαις καὶ Γερμανοῖς καὶ Βάκτροις καὶ Μάγοις κηρύξας τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, τελειοῦται ἐν πόλει τῆς Ἰνδίας Καλάμῃ τῇ λεγομένῃ. ηʹ. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς τῇ ἑβραΐδι διαλέκτῳ τὸ εὐαγγέλιον παραδοὺς τῇ ἐν Ἱεροσολύμοις ἐκκλησίᾳ κηρύξας τὸν Χριστὸν τελειοῦται ἐν Ἱεραπόλει τῆς Συρίας. θʹ. Ἰούδας δὲ ὁ Ἰακώβου ἐν πάσῃ τῇ Μεσοποταμίᾳ κηρύξας τὸν Χριστὸν τελειοῦται ἐν Ἐδέσσῃ καὶ ἐκεῖ θάπτεται. ιʹ. Σίμων δὲ ὁ ἐπικληθεὶς Ἰούδας ἐν Ἐλευθεροπόλει καὶ ἀπὸ Γάζης ἕως. Αἰγύπτου κηρύξας τὸν Χριστὸν θάπτεται ἐν τῇ Ὀστρακίνῃ πόλει τῆς Αἰγύπτου σταυρωθεὶς ἐπὶ Τραιανοῦ τοῦ βασιλέως. ιαʹ. Ματθίας δὲ ὁ συγκαταριθμηθεὶς τοῖς ἕνδεκα ἀποστόλοις ἀντὶ Ἰούδα ἐν τῇ πρώτῃ Αἰθιοπίᾳ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ καὶ ἐν Βρεττανίᾳ σταυρωθεὶς ὑπ᾽ αὐτῶν καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.