Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1750.tlg004.1st1K-grc1
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.4a
Not analysed yet
[δʹ. Ἰωάννης ὁ τούτου ἀδελφὸς ἐτῶν ὑπέχων νʹ καὶ μηνῶν ζʹ εἰσελθὼν ἐν Ἐφέσῳ καὶ κηρύξας ἐν αὐτῇ τὸν λόγον ἔτη ιθʹ, ἐξορίζεται ὑπὸ Τραιανοῦ τοῦ βασιλέως ἐν Πάτμῳ τῇ νήσῳ καὶ διατρίψας ἐν αὐτῇ ἔτη ιεʹ συνεγράψατο τὸ ἅγιον εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν καὶ πάλιν ὑποστρέψας ἐν Ἐφέσῳ καὶ ζήσας ἔτη κϛʹ διδάσκων, μετεστάθη ἐν κυρίῳ, ὑπάρχων ἐτῶν ρʹ καὶ μηνῶν ζ', ταφεὶς ὑπὸ τῶν μαθητῶν αὐτοῦ, καθὼς διηγεῖται ὁ ἀπόστολος Πρόχωρος ὁ καὶ τὴν περίοδον αὐτοῦ συγγραψάμενος.]