Ancient Greek · ~5 min
1.56 to 1.67
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.56-67
Not analysed yet
νϛʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς καὶ ἐπίσκοπος Ἀπολλωνιάδος γέγονεν. νζʹ. Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ὅς καὶ ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονεν. νηʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος γέγονεν Λύστρας. νθʹ. Κλήμης, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὅς καὶ πρῶΚονίας] ἐξ ἐθνῶν καὶ Ἐλλήνων ἐπίστευσεν εἰς Χριστόν, ὃς καὶ μετέπειτα ἐπίσκοπος Σαρδικῆς γέγονεν. ξʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος Κορωνίας γέγονεν. ξαʹ. Τύχικος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, πρῶτος ἐπίσκοπος τῆς Χαλκηδόνος τῆς Βιθυνίας γέγονεν. ξβʹ. Κάρπος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ Βεροίας τῆς Θρᾴκης ἐπίσκοπος γέγονεν. ξγʹ. Εὔοδος, ὃς μετὰ Πέτρον τὸν ἀπόστολον ἐπίσκοπος γέγονεν ἐν Ἀντιοχείᾳ, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται. ξδʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὅς καὶ ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας γέγονεν. ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ ὁ Λουκᾶς ταῖς πράξεσι μέμνηται, ὅς καὶ ἐπίσκοπος Βύβλου γέγονεν. ξϛʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὅς καὶ ἐπίσκοπος Διοσπόλεως γέγονεν. ξζʹ. Φιλήμων, πρὸς ὃν καὶ ἐπιστολὴν ἔγραψεν, ὃς καὶ ἐπίσκοπος Γάζης γέγονεν.