Ancient Greek · ~15 min
Edition urn:cts:greekLit:tlg1750.tlg004.1st1K-grc1
Pseudo-Dorotheus (Vitae Prophetarum), Index apostolorum discipulorumque Domini 1.68.1
Not analysed yet
ξηʹ. ξθʹ. οʹ. Ἀρίσταρχος καὶ Πούδης καὶ Τροφιμος· οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου συγκακοπαθήσαντες τέλος ἐν Ῥώμῃ σὺν τῷ αὐτῷ ἀποστόλῳ ὑπὸ Νέρωνος τοῦ βασιλέως τὰς κεφαλὰς ἀπετμήθησαν. Ταῦτα ὁ τρισμακάριος καὶ πανόλβιος Δωρόθεος ἐν Ῥώμῃ γεγονὼς διὰ Ῥωμαϊκῆς διαλέκτου ἐν ὑπομνήμασι καταλέλοιπεν, ἐξ ὧν καὶ ἡμεῖς ἐρανισάμενοι καὶ πρὸς τὴν Ἑλληνικὴν μεθερμηνεύσαντες φωνὴν ἐμφανῆ τοῖς πᾶσι πεποιήκαμεν, τὴν τῶν ἑβδομήκοντα μαθητῶν ἐκλογὴν πιστὴν καὶ ἀληθῆ αὐτὴν καταλαβόμενοι. Καὶ γὰρ ὁ ἀπόστολος γράφων περὶ αὐτῶν ἔλεγεν, ὅτι καὶ πρὸ ἡμῶν γεγόνασιν ἐν κυρίῳ. Καὶ οὐκ ἂν ἄπιστόν τις λογίσηται μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἐπιστρέψαι τοὺς οʹ καὶ πιστεῦσαι εἰς αὐτόν, θεωρήσαντας τὴν ἀνάστασιν αὐτοῦ τὴν ἐκ νεκρῶν, ὃ μεῖζον πάντων τῶν θαυμάτων ὑπῆρξε καί ἐστιν. Οὗτος τοίνυν ὁ μέγας ἀρχιερεὺς Δωρόθεος διηγήσατο ἐν γραφαῖς, ὅτιπερ ὁ σεπτὸς οἶκος τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας ἐν τῷ Πετρίῳ ὑπὸ Τίτου τινὸς ἐκτίσθη ἀπὸ πρώτης, ὅστις Τίτος γεγονὼς ἐπίσκοπος τοῦ Βυζαντίου καὶ τελειωθεὶς ἐν αὐτῇ, ἀπετέθη πλησίον τῶν παλαιῶν τευχῶν, ἐξότε Ἀνδρέας ὁ ἀπόστολος καὶ τοῖς τόποις ἐπέστη καὶ πολλὰ πλήθη Χριστιανῶν παρ᾽ αὐτὰ συντρέχειν παρεσκεύαζεν, ὡς μήτε τοσούτους ἐν ἄλλοις τόποις εὑρίσκεσθαι. Ἅπαντες γὰρ οἱ τοῦ Βυζαντίου διδάσκαλοι καὶ ὑπομονητικοὶ γενόμενοι διὰ ταπεινοφρωσύνην, τὰς μὲν τυῤῥανικὰς ἀπέφυγον ἀπειλάς, τοῖς δὲ ἐξ ἐθνῶν ἢ ἐξ Ἰουδαϊσμοῦ τὸν ἔνθεον ἐπέσπειρον λογισμόν, εἰ καὶ μάλιστα τοῦ Τίτου θαυματουργίας ἐπιτελοῦντος, οἵας τε καὶ ὁ Σωτὴρ ἐπετέλεσεν. Ἔτι δὲ καὶ τῆς τυραννίδος Λικινίου καὶ Διοκλητιανοῦ κρατούσης ἐν τῇ ὑποθέσει ταύτῃ ἀναιρεῖται. Καὶ Κάρος ὁ βασιλεὺς καὶ οἱ τούτου υἱοὶ Καρῖνος καὶ Νουμεριανὸς λοιπὸν ἐν ἀδείᾳ οἱ τύρανοι γενόμενοι ἀναιδεστέρως πρὸς τὰς τιμωρίας τῶν Χριστιανῶν ηὐτομόλουν, εἰς χιλιάδας τὸ καθ᾽ ἡμέραν ἐκ τούτων ἀναιροῦντες· μεθ᾽ ὧν Ἀδριανὸς ὁ τοῦ Πρόβου υἱὸς θανεῖν ἔσπευσεν. Γενόμενος γὰρ ἐν τῇ Νικομηδέων πόλει μετὰ τὴν Κάρου ἀναίρεσιν καὶ ἰδὼν τὰ πλήθη τῶν Χριστιανῶν ὑπὸ Λικινίου ἀναιδῶς ἀναιρούμενα, προσελθὼν πρὸς τὸ βῆμα ἔλεγεν τῷ Λικινίῳ· διὰ τί οὕτως ἀναιδῶς τὸ στράτευμα τῶν Ῥωμαίων ἀναιρεῖται; καὶ ἰδοὺ τὰ πλεῖστα τῶν Ῥωμαίων· βάρβαροι κατέχουσιν. Ὁ δὲ Λικίνιος πρὸς αὐτόν· μὴ καὶ σὺ Χριστιανὸς εἶ; Ὁ δὲ Ἀδριανὸς πρὸς αὐτόν· καὶ μὴν εὔχομαι ἐν τῇ ὁμολογίᾳ ταύτῃ τελειωθῆναι ἢ τὸ ἀρνήσασθαι τὸν Χριστόν. Λικίνιος δὲ πολλὰς μὲν βασάνους, πολλὰς δὲ καὶ θωπεύσεις καὶ ἐπαγγελίας πρὸς αὐτὸν προσήγαγεν. Ὡς δὲ ἑώρα αὐτὸν τῇ τοῦ Χριστιανοῦ ὁμολογίᾳ ἐνιστάμενον, :θυμομαχήσας κατ᾽ αὐτοῦ ἐκέλευσεν τὴν κεφαλὴν αὐτοῦ ἀπτμηθῆναι. Τοῦ δὲ ἐν τῇ ὁμολογίᾳ ταύτῃ τελειωθέντος ὁ Μητροφάνης γνοὺς ἄρτι τῆς ἐπισκοπῆς ἐναρξάμενος, ἅμα τοῖς συνοῦσιν αὐτῷ καταλαμβάνει τὴν Νικομήδειαν καὶ ὑποκλέψας αὐτοῦ τοῦ Καλλινίκου μάρτυρος Ἀδριανοῦ τὸ λείύκρατούσης λείψανον, ἀπεκομίσατο αὐτὸ καὶ ἀπέθετο ἐν τῇ πρώτῃ αὐτοῖς ὑπαρξάσῃ ἐκκλησίᾳ διακειμένῃ πλησίον τοῦ Βυζαντίου ἐπιλεγομένου τόπου Ἀργυροπόλεως, ἔνθα καὶ Τίτος πρῶτος ἡγησάμενος ἐπίσκοπος Κωνσταντινουπόλεως ἀπέθετο τὸ λείψανον Ἀδριανοῦ τοῦ ἐπὶ Μαξιμιανοῦ μαρτυρήσαντος, καὶ Ναταλίαν τὴν τούτου γυναῖκα καὶ ἑτέρους τοὺς σὺν αὐτῷ μαρτυρήσαντας, ὅπου καὶ τὸ λείψανον ἀπέκειτο Στάχυος τοῦ ἑνὸς τῶν ἑβδομήκοντα μαθητῶν, ὃς ὑπὸ Ἀνδρέου τοῦ ἀποστόλου ἐν τῷ αὐτόθι τόπῳ πρῶτος ἐπίσκοπος τοῦ νῦν υζαντίου κατέστη. Ὁ γὰρ Ἀνδρέας ἐπὶ τὸν Πόντον διαπερούμενος ἤθελεν τοῖς ἐν τῷ Βυζαντίῳ τὸν Χριστὸν καταγγεῖλαι. Ἀλλ᾽ ἐπειδήπερ Ζεύξιππος τὸν τόπον τότε ἡγεμονεύων αἱμοβόρος τις ὢν πάντας τοὺς προσβάλλοντας ξένους τῷ Βυζαντίῳ πρότερον διερωτωμένους τὰ περὶ τοῦ Χριστοῦ, εἶθ᾽ οὕτως εἰσιέναι συνεχώρει. Καὶ ἐάν τις ὡμολόγησεν τὸν Χριστόν, εἰς δέσμα τοῦτον εὐθὺς καὶ παρ᾽ αὐτὰ δεσμευθέντας τοὺς πόδας τε καὶ χεῖρας θαλαττοῦσθαι προσέτασσεν. Διὰ τὴν τοιαύτην οὖν ὠμότητα παραπλεύσας ὁ Ἀνδρέας τὸ Βυζάντιον, κατῴκησεν ἐπὶ διετῆ χρόνον πλησίον τοῦ Βυζαντίου τῷ Θρᾳκίῳ μέρει ὡς ἀπὸ σταδίου ἑνὸς τῆς Ἀργυροπόλεως, ἐκεῖ ἐπὶ συναγωγὴν τῶν ἐνθέσμων καὶ φιλαλήθων ἀνδρῶν ποιούμενος. Ὡς οὖν περὶ τοὺς δισχιλίους ἐπισυνάξας τῷ Χριστῷ θυσιαστήριον ἑδράσας ἐν τῇ Ἀργυροπόλει καὶ τὸν Στάχυν ἐπίσκοπον καταστήσας εἰς Σινώπην τοῦ Πόντου μεθίσταται.