Ancient Greek
Chapter 37
Pseudo-Galen, De fasciis 37
Not analysed yet
Τὸ ἡμιῤῥόμβιον προσλαβὸν τὰ καλούμενα ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δ’ ἤτοι εὐπρεπείας χάριν ἐν μονομαχίαις ἢ χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφαλῆς ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλ’ εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. οὕτω γὰρ ἂν τὴν ἐμφέρειαν πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα, ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται καὶ ἐν μέσῳ.