Ancient Greek
Chapter 61
Pseudo-Galen, De fasciis 61
Not analysed yet
Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐθείας ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, κανθὸν μέγαν ἐκ πλαγίων τῆς ῥινὸς ὑπὸ σφαίριον, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου καὶ ὑπὲρ τὸ σφαίριον ῥινὸς, εἶθ’ οὕτως ὑπὸ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία.