Ancient Greek
Chapter 87
Pseudo-Galen, De fasciis 87
Not analysed yet
Εὐθετεῖ αὕτη ἡ ἐπίδεσις ἐφ’ ὧν στέρνον ἢ μετάφρενον ἢ πλευρὰς ἢ θώρακα ἐπιδῆσαι θέλομεν, δύο δὲ τελαμώνων μεσότητα σύμμετρον κατὰ τῶν ὤμων θέντες τὰς ἀρχὰς ἐπ’ εὐθείας κάτω παρίεμεν. ἔπειτα εἰλητῷ ἐπιδέσμῳ κατὰ κύκλον ἐπιδήσαντες τό τε ὅλον στῆθος καὶ τὰς πλευρὰς ὥστε σκεπάσαι καταλαμβανόμενοι τὸ πέρας τὰς παρειμένας κάτω ἀρχὰς ὄπισθέν τε καὶ ἔμπροσθεν ταῖς ἐγκυκλίοις προσαπτόμενοι, κἂν ἐπιμηκέστεραι ὦσιν ἀνακλάτες ἐπ’ ἀκρώμιον προσασφαλιζόμεθα.