Ancient Greek · ~10 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Γαλήνου σκευασία σκιλλητικοῦ ὄξους.]
Not analysed yet
Ὑγιεινὸν κάλλιστον τὸ περὶ σκίλλης Πυθαγόρᾳ γραφὲν, ᾧ πᾶς μὲν αὐτοκράτωρ κέχρηται, λέγεται δὲ παρὰ τοῦ δεδωκότος ὅτι μακροβίους ποιεῖ τοὺς τοῦτο λαμβάνοντας καὶ τὰ ἄκρα ἄρτια ὑπάρχει ἕως τέλους. καὶ αὐτὸς μὲν ὁ Σάμιος γέρων (οὐκ ἀγνοεῖς γὰρ ὅσον χρόνον προέκοψεν) μέμνηται ἐν τῷ συντάγματι, ὡς τῷ κατ᾿ αὐτὸν γένει μεταδεδωκὼς τὴν δύναμιν. ὅταν δὲ ἤρξατο τούτῳ χρῆσθαι, πεντηκονταετὴς ὑπῆρχεν. καὶ ἐβίωσεν εἰς ἑπτακαιδέκατον καὶ ἑκατοστὸν ἔτος ἄρτιος καὶ ἄνοσος διατελέσας. καὶ ταῦτα μὲν ὁ πατὴρ τοῦ φαρμάκου καὶ τάχ᾿ ἀνὴρ φιλόσοφος καὶ ψεύσασθαι μὴ δυνάμενος. ἡμεῖς δὲ τῆς τοῦ ἀνδρὸς πίστεως πεῖραν ἐπιθέντες βεβαίαν καὶ ἀδιάπτωτον τὴν δύναμιν ἐπιφαίνομεν. χρὴ τοίνυν λαβόντα σκίλλαν ὀρεινὴν λίτρ. α΄. περιελεῖν τὰ σκληρὰ καὶ κατατεμεῖν τὰ ἁπαλὰ καὶ βαλεῖν ὄξους δριμυτάτου ξέστας η΄. εἰς ἄγγος ὑέλινον. εἶθ᾿ οὕτως καταδύσας ἔασον ἀποβρέχεσθαι ἐν τοῖς τοῦ ἀπὸ κυνὸς καύμασιν ἡμέρας λ΄. εἶτα ἐξελὼν τὴν σκίλλην καὶ ἀποπιάσας, ἐκ τούτου δεῖ τῷ πρωῒ μικρὸν καταῤῥοφεῖν. συμβήσεται δέ σοι περὶ τὸν φάρυγγα, ἢ τὸ στόμα μηδέποτε μαλακισθῆναι. καὶ τὰ περὶ τὸ στόμα τῆς κοιλίας ὑγιαίνειν. εὔπνους τε ὑπάρ ξεις καὶ τὰ περὶ τὴν φωνὴν εὐεκτεῖν, σπουδαῖον καὶ τὰ περὶ ὄμματα ὀξυδερκέστατον καὶ περὶ τὴν ἀκοὴν ὀξύκοον. οὐδὲν γὰρ πνεῦμα ἐν κοιλίᾳ ποτὲ συστήσεταί σοι οὔτε σπλάγχνον μετέωρον ἕξεις. εὔπνους τε καὶ εὔχρους διαμείνεις καὶ πρὸς τὰ ἀστεῖα πάντοτε εὖ διακείμενος. οὐκ ὀξυρεγμίσεις, οὐ λύξεις ἁλυκῶς. ἐὰν πᾶς τίς τι δὸς ἐξ αὐτοῦ καὶ κελεύω μετὰ τὸ ῥοφῆναι τοῦτον νηστικὸν ὄντα κινεῖσθαι σταδίους ζ΄. καὶ διαλυθήσεται. ὁ δὲ τούτῳ χρώμενος περὶ τὴν δίαιταν παῤῥησίαν ἀγέτω ἥντινα βούλεται, πάντα γὰρ κατεργάζεται ταῦτα, ὡς ἀπὸ μηδενὸς βλαβῆναι ποτὲ, μήτε εἰς πλησμονὴν ἐλθόντα μήτ᾿ ἐφ᾿ ᾧ δοκοῦμεν συμφέρειν, περισσὸν δὲ οὐδὲν καταλειφθήσεται ἐν τῷ σώματι, οὐ πνεῦμα, οὐ χολὴ, οὐ σκύβαλον, οὐκ οὖρον. ἀλλὰ πάντα εὐέκκριτα καὶ εὐανάγωγα ποιεῖ, κοιλία διὰ πάντος εὔλυτός ἐστι. καθαρτικὸν δὲ τοῦ σώματος τὸ βοήθημα, κᾂν ἐν τοῖς ὀστέοις ᾖ ῥυπαρία. φθισικοὺς δὲ τοὺς ἐκ πάντων ἀπηγορευομένους ἀπὸ τοῦ φαρμάκου τούτου θεραπευθέντας εἴδομεν. ἐπιληψίας τὰς μακρὰς ὤνησεν ἱκανῶς, ὥστε ἀπὸ διαλειμμάτων χρόνου πολλοῦ γίνεσθαι. τὰς δὲ ἀρχομένας καὶ νέας εἰς τέλος ἰᾶται. καὶ τὸ πάθος γίνεσθαι οὐκ ἐᾷ, ποδάγρας τε καὶ ἀρθριτίδας καὶ σκληρίας ἥπατος καὶ σπληνὸς ἐθεράπευσε. καὶ αἱ μὲν κατὰ μέρος ἐνέργειαι αὖται· αἱ δὲ κοιναὶ καὶ πλεῖσται καὶ ὑφ᾿ ὧν κινηθέντες ἐκδεδώκαμέν σοι τὸ ὑγιεινὸν φάρμακον τοῦτο, ὑγείας καὶ ἀρτιότητος ἕνεκα ἀποτελεοῦται.