Ancient Greek
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Πρὸς ποδαλγίαν.]
Not analysed yet
Ἀειζώου τὸν χυλὸν ἕψει καλῶς καὶ χρῶ. ἄλλο. οἴνου χυλὸν μίξας ὀνείῳ γάλακτι καὶ γλυκεῖ οἴνῳ κατάχριε. ἄλλο. φώκης δέρμα, ἢ λέοντος, ἢ λύκου, ἢ ἀλώπεκος, ἐάν τις ἐργάζηται καὶ φορῇ ὑποδήματα, οὐκ ἀλγήσει τοὺς πόδας. ἄλλο. νυκτερίδας πιάσας ἕψει ἐν ὕδατι ὀμβρίμῳ ὡσεὶ γ΄. εἶθ᾿ οὕτως ἐν αὐτῷ τῷ ὕδατι βάλλε λινόσπερμον τριπτὸν γο. δ΄. εἷτ᾿ ὠὰ ὠμὰ γ΄. καὶ ἐλαίου κύαθον, βοείαν κόπρον γο. δ΄. κηροῦ γο. δ΄. ἑνώσας ἀμφότερα καὶ μαλάξας, χρῶ εἰς κοίτην ἅπαξ καὶ δίς.