Ancient Greek · ~11 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Διαγωγὴ ἐν κρέασι καὶ νηστείαις.]
Not analysed yet
Τὴν πρώτην ἡμέραν δεῖ σε φαγεῖν ἀμύγδαλα πικρὰ τὸν ἀριθμὸν ι΄. σὺν ἄρτῳ καὶ οἴνῳ τὸ ἀρκοῦν· τῇ δευτέρᾳ ἡμέρᾳ φάγε μέλι μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ τρίτῃ ἡμέρᾳ κρέας ἀμνοῦ ἐνιαυσιαίου ὠμοπλάτην κοπανήσας καὶ ἑψήσας, ὄπτα πυρὶ καὶ τρέφου σὺν οἴνῳ τῷ ἀρκοῦντι καὶ ἄρτῳ καὶ παξαμαδίῳ· τῇ τε τετάρτῃ ἡμέρᾳ ὀρύζην μόνον ἕψει ἐν ὕδατι καὶ τίθει μέλι καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν· τῇ ε΄. ἡμέρᾳ ῥοΐδια καὶ ἀμύγδαλα καὶ σκόροδον μετὰ δαύκων καὶ σύκων, ἰσχάδων, σταφίδων καὶ μέλιτος ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τοῦ ἀρκοῦντος· τῇ στ΄. ἡμέρᾳ κρέας ὅμοιον ἐνιαυσιαῖον τίθει ἐν τηγάνῳ μετὰ δαύκων καὶ ἕψει καὶ τρέφου μετὰ ἄρτου καὶ οἴνου τὸ ἀρκοῦν, διὰ τὸ τὴν δύναμιν τῶν ῥοιῶν σε σβέσαι· ψυχραὶ γὰρ ὄντως εἰσὶ καὶ διὰ τοῦτο ὡρίσθησαν αἱ ῥοιαὶ πρὸς ψυχρασίαν, δηλονότι τῶν προωρισθέντων ἔμπροσθεν εἰς τὰς ε΄. ἡμέρας. θερμὰ γὰρ ὄντως. τῇ ἑβδόμῃ ἡμέρᾳ κρέας κοπανιστὸν μετὰ ἐρεβίνθων καὶ ἀρτυμάτων ἕψει, τρέφου τὸ ἀρκοῦν· τῇ ὀγδόῃ ἡμέρᾳ κρέας σὺν μέλιτι καὶ ὄξει, συκάδων, ἀμυγδάλων, καρύων συρικῶν, κρόκου, δαύκου, σταφίδων σὺν ἑτέροις κρέασι κοπανιστοῖς ἕψει μετὰ μέλιτος ἱκανοῦ καὶ τρέφου σὺν οἴνῳ τὸ ἀρκοῦν· τῇ ι΄. ἡμέρᾳ ἐν κρέασι καὶ ἐν νηστείαις ῥοὸς κόκον ὁμοίως τοῖς προειρημένοις ἕψει καὶ τρέφου σὺν οἴνῳ τὸ ἀρκοῦν. αὕτη ἐστὶν ἡ δίαιτα τῶν τροφῶν. ἐν τῇ ὥρᾳ τοῦ δείπνου ἀεὶ χρῶ ἡδυοσμόμελι, διὰ τὸ τὰς τροφὰς χωνεύειν καὶ οὐκ ἐᾷν πληθυνθῆναι φλέγμα ἐν τῷ στομάχῳ· καὶ ὡς ἂν ὑγιὴς μένῃς, μηκέτι φλεβοτόμει ἅνευ πάθους. ὅταν δέ σοι συμβῇ νόσημα περὶ τὴν κεφαλὴν, φλεβοτόμησον τὴν κρανιακὴν φλέβα καὶ ἔμβαλε ὅσον μιλιάρια ι΄. συσκεύαζε δὲ τὸν χρόνον δὶς τὸν Ἀπρίλλον μῆνα καὶ τὸν Σεπτέμβριον ποιῶν ἀποχὴν ἡμέρας γ΄. ἔμπροσθεν καὶ ὄπισθεν πίνειν καὶ βοήθημα τὸν χρόνον δὶς τοῖς προειρημένοις μησί. καὶ κωδείαις χρῶ διὰ τὸν ὕπνον· δεῖ σε ἀπέχεσθαι τῶν συνουσιῶν, εἰ δὲ βούλει, ἅπαξ τὴν ἑβδομάδα μετὰ τὸ διαβῆναι τὸ μεσόνυκτον· τὸν δὲ Ἰούλιον μῆνα καὶ τὸν Αὔγουστον δεῖ σε ἐμεῖν ἡμέρας β΄. ἄμφω, διὰ τὸ εἰς μίαν ἡμέραν ὁ στόμαχος κάθαρσιν οὐ λαμβάνει· ὅταν δὲ ἐμεῖς, βλέπε μήποτε πίῃς ὕδωρ ἢ ἔμπροσθεν ἢ ὄπισθεν· ὅταν δὲ ἐμεῖς, τοὺς ὀφθαλμοὺς σκέπασον καὶ δῆσον καὶ ἱστάμενος ἔμει ἐν ὑψηλῷ τόπῳ ἢ ἐν ποταμῷ. μετὰ τὸ ἐμέσαι εἰ διψεῖς πιέζου λαβὴν καὶ ἐπινήστευσον· δεῖ σε λούεσθαι τὸν Ἀπρίλλον μῆνα μέχρι καὶ ὅλου τοῦ Νοεμβρίου μηνὸς καὶ τοὺς ἀπηγορευμένους μῆνας ἀπέχου τοῦ λούεσθαι· ὅταν δὲ λούεσθαι τὴν ἑβδομάδα ἅπαξ, ἀεὶ δὲ πότε νήστης λούου. καὶ ἐὰν δίψῃς, πίε εὔκρατον ὕδωρ καὶ μετὰ τὸ ἐξελθεῖν ἄλειφε τὴν κεφαλὴν ἔλαιον ἢ γάλα γυναικεῖον θηλυτρόφου, τοὺς δὲ πόδας κατὰ νύκτα ἄντλει θερμῷ ὕδατι σὺν πιτύροις.