Ancient Greek · ~3 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Τοῦ αὐτοῦ περὶ ἐνδυναμούμενα στομάχου διὰ τὸ πληθυνθῆναι τὰ φλέγματα ἐν αὐτῷ καὶ ἀνενέγκαι κεφαλαλγίαν.]
Not analysed yet
Δεῖ σε λαβεῖν ῥοδόμελι καθ᾿ ἑκάστην ἡμέραν μιλιάρια κ΄. σελινόσπερμον μιλιάριον ἓν, ἄνισον μιλιάριον τὸ (S"). καὶ ἐπινηστεύειν τὸν μεσημερίον καὶ τότε γεύεσθαι. καἰ γὰρ διὰ τοῦτο ὡρίσαμεν ποιεῖν σε οὕτως, διὰ τὸ εἶναι τὸ ῥόδον ἐνδυναμοῦντα τὸν στόμαχον, τὸ δὲ μαστίχην θερμαῖνον τὸ μάραθρον καὶ τὸ σέλινον, διὰ τὸ ἐὰν εὕρωσιν ἐν τῷ ἥπατι καὶ τῷ σπληνὶ πλῆθος χυμῶν μελανικῶν, αἴρωσι καὶ κατάγωσι διὰ τῶν οὔρων ἀνωδύνως, τὸ ἄνισον, διὰ τὸ διώκειν τὰ πνεύματα ἀπὸ τῆς γαστρὸς καὶ ῥωννύειν τὸν στόμαχον καὶ διὰ τοῦτο ὡρίσαμεν νηστεύειν ἐς τὸ μεσημέριον, ἵνα μὴ φανῇ ἕτερον νόσημα, καὶ ἀπομείνῃ ἡ δύναμις τῶν βοτανῶν· μετὰ δὲ τὸ διαβιβάσαι τὰς ι΄. ἡμέρας τὴν αὐτὴν ἀκολουθίαν ἀεί ποτε ποίει μετὰ ῥοδοσάκχαρος διὰ τὸ ῥωννύειν τὸν στόμαχον καὶ ζῇν ἀνωδύνως. ὡρίσαμεν δὲ καὶ περὶ τροφῆς δεκάλογον τρόπῳ τοιῷδε.