Ancient Greek · ~7 min
[Εἰς βήσσοντας, τετραχωμένους τὴν ἀρτηρίαν, ἀποκεκομμένους τὴν φωνὴν καὶ ἀναφορικούς.] to [Πρὸς τοὺς ἐκ κατάῤῥου τὴν ἀρτηρίαν ῥευματισθέντας καὶ βήσσοντας.]
Pseudo-Galen, De remediis parabilibus [Εἰς βήσσοντας, τετραχωμένους τὴν ἀρτηρίαν, ἀποκεκομμένους τὴν φωνὴν καὶ ἀναφορικούς.]-[Πρὸς τοὺς ἐκ κατάῤῥου τὴν ἀρτηρίαν ῥευματισθέντας καὶ βήσσοντας.]
Not analysed yet
Λαβὼν τραγακάνθης, κόμμεως ἀνὰ δραχ. α΄. σμύρνης καλῆς δραχ. α΄. γλυκυῤῥίζης χυλοῦ καὶ γλυκέος τὸ ἀρκοῦν, κόψας πάντα καὶ ἑνώσας, ἐπειδὰν λειωθῶσι, τὰ ξηρία μῖξον μετὰ τῶν λοιπῶν. Λαβὼν τερεβινθίνης, κόμμεως, καλοῦ μέλιτος ἀνὰ δραχ. α΄. τὸ μέλι καὶ τὴν τερεβινθίνην προεψήσας βάλλε τὸ κομμίδιον καὶ δίδου ὅσον ἐλαίας μέγεθος διακρατεῖν ἐν τῷ στόματι. ἄλλο. κόμμεως, λυκίου ἀνὰ γο. δ΄. βάλλε εἰς ὕδωρ καὶ ἔασον τακῆναι, εἶτα βάλλε κοτύλην Κρητικοῦ γλυκέος μίαν καὶ ἕψε ἕως οὗ γένηται γλοιῶδες καὶ χρῶ ἐν ἐκλεικτῷ. Λαβὼν τραγακάνθης δραχ. β΄. λινοσπέρμου πεφρυγμένου δραχ. δ΄. ἀμύγδαλα λελεπισμένα ι΄. στροβίλου ὠπτημένης στέατι δραχ. γ΄. τὴν τραγάκανθαν ἐν ὕδατι βρέχε χλιαρῷ καὶ τὰ λοιπὰ μῖξον γλυκὺ καὶ παραχέας λειοτρίβει. πρὸς δὲ τὰς ἀνακοπὰς τῆς φωνῆς καὶ ἐὰν ἀνάγῃ αἷμα, χρῶ μέλιτι ἀντὶ τοῦ γλυκέος. ἄλλο. ῥάφανον κατακόψας καὶ στρογγύλα ποιήσας ὄπτησον ἐπ᾿ ἀνθράκων καὶ μετὰ μέλιτος φάγε νῆστις. Λαβὼν πεπέρεως δραχ. α΄. θέρμων ἀλεύρου γο. γ΄. καὶ μέλιτος κοχλιάριον α΄. δὸς ῥοφεῖν. ἄλλο. τῆς ἀκοῆς τοῦ χοίρου τὸ τετριμμένου ὀστοῦν περιαφθὲν τραχήλῳ προφυλακτικόν ἐστι βηχός. Οἱ ἐν ταῖς καλιαῖς τῶν νοσσιῶν τῶν χελιδόνων εὑρισκόμενοι λίθοι περιαπτόμενοι προφυλακτικόν ἐστι βηχός. Λαβὼν ζιγγιβέρεως δραχ. α΄. χαλβάνης, ὀπίου, στύρακος ἀνὰ δραχ. α΄. γλυκεῖ ἀναλαβὼν ποίει ὀροβιαῖα καὶ ἀντὶ καταποτίου πάρεχε ἐν κοίτῃ δύο καὶ ἐπιῤῥόφα καὶ τὸ γλυκὺ κεκραμένον. ἄλλο. ζιγγιβέρεως δραχ. δ΄. στύρακος δραχ. δ΄. γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὀρόβια καὶ ἀντὶ καταποτίου δίδου εἰς κοίτην γ΄. ἐπιῤῥοφῶντι γλυκὺ κεκραμένον. Λαβὼν ὀπίου δραχ. β΄. καστορίου δραχ. α΄. ποίει ὀροβιαῖα καὶ δίδου εἰς κοίτην πρὸς δύναμιν. Πυρέθρου δραχ. β΄. κόστου δραχ. α΄. κόψας καὶ σήσας ἐν δὲ τῇ χρήσει κέλευε ἅπτεσθαι τῶν μυκτήρων καὶ στέλλε εὐθύς. Λαβὼν στύρακος δραχ. η΄. καστορίου δραχ. δ΄. ζιγγιβέρεως δραχ. δ΄. χαλβάνης δραχ. δ΄. ἑνώσας ποίει ὀροβιαῖα καὶ πάρεχε εἰς νύκτα β΄. ἢ γ΄. καὶ μὴ ἐπιπινέτω ὁ πίνων παραχρῆμα καὶ ὠφεληθήσεται.