Ancient Greek · ~7 min
[Πάσμα κρανίου παύων ῥεῦμα αὐτοῦ.] to [Περὶ παρισθμιῶν.]
Pseudo-Galen, De remediis parabilibus [Πάσμα κρανίου παύων ῥεῦμα αὐτοῦ.]-[Περὶ παρισθμιῶν.]
Not analysed yet
Λαβὼν ὑπερικοῦ, σχοίνου ἄνθους, ἴρεως, ξυλοβαλσάμου γο. α΄. κόψας καὶ σήσας χρῶ ἐπιπαύων τῷ κρανίῳ. Λαβὼν κόστου φύλλων μαλαβάθρου, κηκίδων, ναρδοστάχυος, ἴρεως, νάρδου Κελτικῆς, ῥόδων ξηρῶν, ἀνὰ γο. α΄. κόψας καὶ σήσας ἐπίπασον. Λαβὼν ἐρείκης καρποῦ, κηκίδων, σχοίνου ἄνθους, σαμψύχου, κόστου, ἴρεως, ξυλοβαλσάμου, ἀνὰ γο. α΄. κόψας καὶ σήσας ἐπίπασον τὴν κεφαλήν. Λαβὼν ὑσσώπου δραχ. δ΄. ὀριγάνου δραχ. δ΄. γλήχωνος δραχ. β΄. καλαμίνθης δραχ. α΄. σταφίδος ἀγρίας δραχ. α΄. πυρέθρου δραχ. β΄. πρασίου δραχ. α΄. σινήπεως δραχ. α΄. ἑψήματος ξέστην α΄. ὄξους ξέστην α΄. ἑνώσας ἕψει ἕως οὗ ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε. Λαβὼν ὑσσώπου γο. δ΄. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄. καλαμίνθης γο. α΄. ἑψήματος ξέστην α΄. ὄξους ξέστας τρεῖς. Λαβὼν ὑσσώπου γο. δ΄. ὀριγάνου γο. γ΄. γλήχωνος γο. β΄. καλαμίνθης γο. α΄. ναρδοστάχυος γο. α΄. καρυοφύλλου γο. α΄. κινναμώμου γο. γ΄. πρασίου γο. δ΄. ἴρεως γο. γ΄. κυπέρου γο. β΄. πυρέθρου γο. α΄. ἑψήματος ξέστην μίαν, ὄξους ξέστην α΄. ἕψει ἕως ἀποτριτωθῇ καὶ ἀποφλεγμάτιζε. Λαβὼν ὀριγάνου δεσμίδια β΄. γλήχωνος δεσμίδιον α΄. μετὰ ὄξους βαλὼν εἰς χύτραν καθαρὰν καὶ ἰσχάδας στ΄. καὶ σταφίδας ὡσεὶ ιβ΄. ἕως ἀποτριτωθῇ καὶ σακκέλισον καὶ βάλλε εἰς ποτήριον καὶ λαβὼν ἀναγαργάριζε. Κνίδης τὰ φύλλα συνεψηθέντα πτισάνῃ δίδου, λύει δὲ καὶ ἐμπνευματώσεις καὶ ἀνάγει τὰ ἐν τῷ θώρακι. Λαβὼν σπόγγον λευκὸν καὶ κενὸν καὶ καύσας καὶ λειοτριβήσας μῖξον τὴν σποδιὰν σὺν μέλιτι καὶ πεπέρει τῷ ἀρκοῦντι, καὶ ποιήσας ὡς ἔκλειγμα λάμβανε ὀψὲ μετὰ τὸν δεῖπνον, ὅσον αἴροις τοῖς τρισὶ δακτύλοις. Χολὴν βοὸς ἄῤῥενος χρῖε τὸν τράχηλον. Τῆλιν ἑψήσας ἕως ὅτου ἀποτριτωθῇ καὶ τὸ ζεμμάτιον λαβέτω πρωῒ μετὰ μέλιτος. Γλήχωνος, ὑσσώπου, πεπέρεως, καρδάμου ἀνὰ γο. α΄. μέλιτι ἀναλαβὼν ποίει τροχίσκους ἀνὰ δραχ. α΄. καὶ χρῶ. Ἰτέας φύλλα καὶ καρπὸν ἑψήσας ὕδατι ἐπιπολὺ δίδου ἀναγαργαρίζεσθαι. τοῦτο ἀποσπᾷ τὰ παχέα τῶν δερμάτων μάλιστα καὶ εἰς συναγχικοὺς ποιεῖ. ἄλλο. μυρσίνην καὶ φακὴν ἑψήσας δίδου ἀναγαργαρίζεσθαι.