Ancient Greek · ~7 min
[Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν.] to [Πρὸς τὰς ἐξ οἴνου κεφαλαλγίας.]
Pseudo-Galen, De remediis parabilibus [Κατάπλασμα εἰς ῥευματιζομένην κεφαλήν.]-[Πρὸς τὰς ἐξ οἴνου κεφαλαλγίας.]
Not analysed yet
Τοῦτο τὸ μίγμα οὐκ ἐᾷ κεφαλὴν ῥευματισθῆναι οὔτε ὀφθαλμὸν ἀδικηθῆναι ποτέ. κιμωλίας, νίτρου, βρυωνίας ῥίζης ξηρᾶς, σικύου ἀγρίου ῥίζης, κυάμου ἀλεύρου ἀνὰ γο. β΄. λειοτριβήσας ὁμοῦ καὶ ἑνώσας εἰς γλοιοῦ πάχος χρῶ ἐν βαλανείῳ ὡς κάλλιστον. Ἀγριοσταφίδας μετὰ μαστίχης δίδου μασᾶσθαι ἢ μαστίχην καὶ ζίγγιβερ, εἰ δὲ ἢ μαστίχη σκληρὰ εἴη, πρόπλεξον καὶ ὀλίγον κηρόν. Πήγανον κόψον ἐπιμελῶς καὶ σὺν ὄξει καὶ ῥοδίνῳ κατάχριε τὸ μέτωπον. Πράσου κεφαλὴν καὶ κόμην ἑψήσας ἐλαίῳ βρέχε τὴν κεφαλὴν καὶ παύεται εὐθὺς ἡ ὀδύνη. ἄλλο. κισσοῦ ἀκρέμονας ἐλαίῳ ἑψήσας βρέξον τὴν κεφαλὴν καὶ θαυμάσεις. ἄλλο. ἀμύγδαλα πικρὰ λειοτριβήσας κατάχριε τὸ μέτωπον. Σανδαράχης, σχιστῆς, χαλκάνθου, μίσυος καὶ ἀσβέστου ζῶντος καὶ σάπωνος ὅλα μίξας ἐξ ἴσου, τὸ ἄσβεστον διπλοῦν λειώσας μετὰ πρωτείου ζωμοῦ τοῦ σάπωνος χρῶ. θαυμάσιον γάρ ἐστι. Λαβὼν εὐζώμου σπέρμα γο. γ΄. πηγάνου χλωροῦ γο. ζ΄. πεπέρεως κόκκους λα΄. ὠῶν τριῶν τὸ λευκὸν, ὄξους τὸ ἀρκοῦν χρῖε τὸν τόπον. Εὐφορβίου δραχ. δ΄. θαψίας χυλοῦ δραχ. στ΄. ζιγγιβέρεος δραχ. α΄. ὀπίου δραχ. γ΄. ὀποπάνακος δραχ. β΄. λῦσον τὰ πάντα ὁμοῦ μετὰ ὄξους καὶ ποίει τροχίσκους, ἐπὶ δὲ τῆς χρήσεως ἀναλαβὼν ὄξει χρῖε τὸ μέτωπον. ἔστι δὲ καὶ καπνιστικὸν καὶ τοῖς μόριόν τι ῥευματιζομένοις ποιεῖ θαυμαστῶς. Ἀρίθμησον τοὺς ἥλους καὶ λαβὼν τοσούτους μύρμηκας δῆσον ἐν λίνῳ πανίῳ καὶ κοχλίαν ἕνα μετ᾿ αὐτῶν καὶ καύσας αὐτοὺς λείωσον σὺν ὄξει καὶ ἐπίχριε, ἢ κόπρον βόειον μετὰ ὄξους λειώσας ἐπίχριε, ἐπὶ ἡμέρας τρεῖς κατάπλασον, καὶ πεσοῦνται οἱ ἦλοι. [Πρὸς ἥλους καὶ μυρμηκιασμούς.] Ὀστέα φοινίκων καύσας καὶ τρίψας μετὰ ἅλατος καὶ θυμιάματος καὶ μίξας ἐν ἡλίῳ ἐπίθες καὶ θεραπεύσεις. Λαβὼν γῆς ἔντερα ιε΄. κόκκους πεπέρεως ιε΄. ὄξους τὸ ἀρκοῦν· λειώσας ὁμοῦ χρῖε. Θηριοδήκτους καὶ λυσσοδήκτους ἰᾶται καρκίνου τῶν ἐντὸς ἡ τέφρα δὺν ὕδατι πινομένη ἅπαξ καὶ δὶς ἀνὰ δρακὸς μιᾶς. Πολυγόνου κλῶνας β΄. πλέξας στεφάνωσον.