Ancient Greek · ~4 min
[Πρὸς πόνον ἡμικρανίου.] to [Πρὸς τρίχας ῥεούσας, ἵνα δὲ καὶ πλέον γένωνται.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς πόνον ἡμικρανίου.]-[Πρὸς τρίχας ῥεούσας, ἵνα δὲ καὶ πλέον γένωνται.]
Not analysed yet
Καρδάμου σπόρον τρίψας μῖξον μετ᾿ ὠοῦ λευκῷ καὶ κατάχριε τὸ μέτωπον καὶ ἐπάνω θὲς στυπία, ἢ τοῦ ἀετοῦ τῆς κεφαλῆς τὸ ὀστοῦν τὸ ὅμοιον τῷ ὁμοίῳ περίαπτε ὁμοίως καὶ τοῦ γυπός. ἄλλο. οἱ ἐν τῇ κεφαλῇ τοῦ λάβρακος εὑρισκόμενοι λίθοι κεφαλαλγίαν ἰῶνται καὶ εἰς ἡμικρανίαν περιαπτόμενοι δεξιὸς δεξιᾷ καὶ ἀριστερὸς ἀριστερᾷ. Σεῦτλον μετὰ μυρσινελαίου καὶ πολυτρίχων τρίχας κατάχριε ἢ ἀδίαντον καὶ λάδανον ἴσα λειώσας μετ᾿ ἐλαίου ὀμφακίνου ἢ μυρσινίνου, ἢ σχινίνου ἐπίχριε. ἄλλο. λάδανον ἀποβρέξας σὺν οἴνῳ Ἀμιναίῳ καὶ μυρσινελαίῳ λειώσας ἄμφω πάχος μέλιτος καὶ χρῖε τὴν κεφαλὴν ἐν βαλανείῳ· βέλτιον δ᾿ ἐστὶ καὶ τὸ ἀδίαντον, ὅ τινες καλοῦσι πολύτριχον, τὸ ζ΄. μέρος λαδάνῳ πρόσβαλλε καὶ χρῖε. Μυοχόδων δραχ. γ΄. καλάμων κονατήλων κεκαυμένων δραχ. δ΄. ἀμύγδαλα πικρὰ οβ΄. ὀπὸν βαλσάμου, λαδάνου ἀνὰ δραχ. δ΄. πολυτρίχων δραχ. ζ΄. νάρδου Κελτικῆς δραχ. α΄. ἐν ὑγροπίσσῳ βρέξας τὸ λάδανον καὶ οἴνῳ καὶ ἐλαίῳ λειώσας. τὰ δὲ ξηρὰ κόψας εἰς χνοῦν, μετὰ τῶν ὑγρῶν μίξας χρῶ ἀλειφόμενον καθ᾿ ἡμέραν. ἐμοὶ δοκεῖ καὶ φαλακροὺς τριχῶσαι.