Ancient Greek · ~7 min
[Κατάπλασμα στομαχικοῖς.] to [Πρὸς ἐσωχάδας.]
Pseudo-Galen, De remediis parabilibus [Κατάπλασμα στομαχικοῖς.]-[Πρὸς ἐσωχάδας.]
Not analysed yet
Καλαμίνθης φύλλα χλωρὰ σὺν κριθίνῳ ἀλεύρῳ κατάπλασον. Πεπέρεως λευκοῦ δραχ. στ΄. ἀνίσου δραχ. ιβ΄. λιβυστικοῦ δραχ. στ΄. ἄμμεως, πετροσελίνου, μαράθρου ἀνὰ δραχ. στ΄. ταῦτα κόψας καὶ σήσας ἀναλάμβανε μέλιτι ἑφθῷ καὶ δίδου δραχ. α΄. Θρίδακος χυλὸν μετὰ γλυκέος δὸς πιεῖν καὶ οὐκ ἔτι ἐμέσει. Ἄνθρακα δρυὸς εἰς γάλα σβέσας πότιζον τῷ πάσχοντι. Χαμαίδρυον μετὰ οἴνου πινόμενον παύει ὀξυσμόν. Πεπέρεως, δαφνίδων, κυμίνου, ἀνίσου ἴσα κόψας καὶ σείσας δίδου νήστει μετὰ εὐκράτου κοχλιάριον α΄. ἐπὶ ἡμέρας τρεῖς, ἢ ἄνισον νηστικὸς μασοῦ. Μαράθρου χυλὸς ἐπὶ ἡμέρας τρεῖς ἐπιτιθέμενος, ἢ λίβανον σὺν μέλιτι καὶ γάλακτι ἐπιχριόμενον, ἢ κενταυρίου χυλὸς σὺν μέλιτι ἐπιχριόμενος, ἢ πενταδακτύλου φύλλα σὺν μέλιτι ἐπιτιθέμενα. Κολοκύνθης ξυσμάτων ὁ χυλὸς ἐπιπλασσόμενος. Ὑοσκυάμου φύλλα μετὰ ἀλφίτου καταπλασσόμενα, ἢ ξυλοβάλσαμον σὺν γυναικείῳ γάλακτι ἐπιχριόμενα, ἢ πήγανον χλωρὸν καταπλασσόμενον, ἢ ψύλλιον σὺν γάλακτι γυναικείῳ ἐπιχριόμενον, ἢ καλάμων χλωρῶν τῶν φύλλων ὁ χυλὸς ἐπιχριόμενος. Λαβὼν φύλλα ἐλαίας, κόψον καὶ ἐκπιάσας τὸν χυλὸν ἐπίχριε καὶ θαυμάσεις. Ἀνδράχνην λείωσον μετὰ κρόκου καὶ στέατος χηνείου, ἢ σελίνου φύλλα μετὰ ἀλφίτων· ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων ῥόδα καὶ μελίλωτα ἑφθὰ μετὰ ἀμύλου τοὺς ὀφθαλμοὺς κατάπλασον. Μελάνθιον σὺν ὄξει διακλυζόμενον, ἢ κηκίδες σὺν ὀμφακίνῳ διακλυζόμεναι, ἢ πλατάνου σφαιρία σὺν ὄξει ἑψηθέντα καὶ διακλυζόμενα, ἢ πενταφύλλου ῥίζα σὺν ὄξει διακλυζομένη, ἢ πευκεδάνου ῥίζα λεία καυθεῖσα ἐπιπλασσομένη, ἢ σίδια καὶ ῥόδα ἑψήσας τὸ ἀφέψημα διακλυζόμενον. Λαβὼν νίτρον, σηπέας ὄστρακον, σμύρναν, ἀνὰ γο. α΄. λειώσας χρῶ. Λαβὼν νίτρου κεκαυμένου γο. α΄. σμύρνης τρογλιτίδος γο. α΄. σηπέας ὀστράκου γο. α΄. ῥόδων ξηρῶν γο. δ΄. κόψας καὶ σήσας χρῶ. πρόσβαλλε δὲ καὶ ἴρεως γο. α΄. τούτῳ χρώμενος θαυμάσεις. Κράμβης χλωρᾶς καυλοὺς σὺν ταῖς ῥίζαις κατακαύσας ἀναλάμβανε στέατι χοιρείῳ καὶ χρῶ· θαυμάσιον τὸ βοήθημα. ἢ σελίνου σπέρμα ἀποτριτώσας πότιζον, πάνυ γὰρ ὠφελεῖ. Ἀμάραντον ἀποβρέξας ὀψὲ καὶ πρωῒ πότιζον.