Ancient Greek · ~2 min
[Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν.] to [Περὶ τεταρταίου.]
Pseudo-Galen, De remediis parabilibus [Εἰς σπλῆνα κατάπλασμα πάνυ καλόν.]-[Περὶ τεταρταίου.]
Not analysed yet
Σελίνου, σινήπεως δαφνίδων κατὰ λόγον κοπανήσας, εἶτα ἐξελὼν φλοῦν καρύας, νέας, κόψον μικρὰ καὶ βαλὼν ἐν ὄλμῳ, κόψον ἰσχυρῶς καὶ ἐκβαλὼν ἀπόβρεξον ἐν ὄξει δριμεῖ ἡμέρας γ΄. καὶ ἑνώσας ἀμφότερα μετὰ χυλοῦ τιβεριάδος ἕψει ἕως γένηται κατάπλασμα καὶ τίθει ἐπάνω τοῦ σπληνὸς ἀπὸ πρωῒ ἕως ὥρας η΄. προῤῥήξας τὴν γαστέρα καὶ θαυμάσεις. Φλοῦν συκέας ἐκδείρας χλωρὰν νέου δένδρου τάραξον σὺν σποδιᾷ θερμαίνων. Μέλι μετὰ σκαμμωνίας πινόμενον ἅπαξ ἰᾶται. Πέπερι τετριμμένον, δαφνόκοκκα καὶ κύμινον καὶ μαστίχην καὶ σμύρναν καὶ λίβανον καθαρὸν κοπανήσας καθ᾿ ἓν ἕκαστον καὶ ἕνωσον αὐτὰ καὶ βάλλε μέλι καλὸν τὸ ἀρκοῦν καὶ ἐπίθες ἕως ἡμέρας τέσσαρας.